archive-gr.com » GR » I » IN-AD.GR

Total: 599

Choose link from "Titles, links and description words view":

Or switch to "Titles and links view".
  • ΑΡΙΘΜΟΙ
    τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν 7 καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες ἡ γῆ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστι σφόδρα σφόδρα 8 εἰ αἱρετίζει ἡμᾶς Κύριος εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν γῆ ἥτις ἐστὶ ρέουσα γάλα καὶ μέλι 9 ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς ὅτι κατάβρωμα ἡμῖν ἐστιν ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπ αὐτῶν ὁ δὲ Κύριος ἐν ἡμῖν μὴ φοβηθῆτε αὐτούς 10 καὶ εἶπε πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν τῇ νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραήλ 11 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσί μοι ἐπὶ πᾶσι τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς 12 πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο 13 καὶ εἶπε Μωυσῆς πρὸς Κύριον καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύϊ σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν 14 ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ ὅστις ὀφθαλμοῖς κατ ὀφθαλμοὺς ὀπτάζῃ Κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ αὐτῶν καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα 15 καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐροῦσι τὰ ἔθνη ὅσοι ἀκηκόασι τὸ ὄνομά σου λέγοντες 16 παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ 17 καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς Κύριε ὃν τρόπον εἶπας λέγων 18 Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς 19 ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως ἐγένου αὐτοῖς ἀπ Αἰγύπτου ἕως τοῦ νῦν 20 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ρῆμά σου 21 ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν 22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου 23 ᾖ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν ἀλλ ἢ τὰ τέκνα αὐτῶν ἅ ἐστι μετ ἐμοῦ ὧδε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πᾶς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γῆν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν 24 ὁ δὲ παῖς μου Χάλεβ ὅτι πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέ μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν 25 ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν 26 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 27 ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον μου τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ ἣν ἐγόγγυσαν περὶ ὑμῶν ἀκήκοα 28 εἰπὸν αὐτοῖς ζῶ ἐγώ λέγει Κύριος ᾖ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου οὕτω ποιήσω ὑμῖν 29 ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὅσοι ἐγόγγυζον ἐπ ἐμοί 30 εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ αὐτῆς ἀλλ ἢ Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή 31 καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γῆν καὶ κληρονομήσουσι τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ αὐτῆς 32 καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ 33 οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσι τὴν πορνείαν ὑμῶν ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ 34 κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν τεσσαράκοντα ἡμέρας ἡμέραν τοῦ ἐνιαυτοῦ λήψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου 35 ἐγὼ Κύριος ἐλάλησα ᾖ μὴν οὕτω ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνισταμένῃ ἐπ ἐμέ ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται 36 καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ρήματα πονηρὰ περὶ τῆς γῆς 37 καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες πονηρὰ κατὰ τῆς γῆς ἐν τῇ πληγῇ ἔναντι Κυρίου 38 καὶ Ἰησοῦς υἱὸς Ναυή καὶ Χάλεβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν 39 Καὶ ἐλάλησε Μωυσῆς τὰ ρήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα 40 καὶ ὀρθρίσαντες τὸ πρωΐ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπε Κύριος ὅτι ἡμάρτομεν 41 καὶ εἶπε Μωυσῆς ἱνατί ὑμεῖς παραβαίνετε τὸ ρῆμα Κυρίου οὐκ εὔοδα ἔσται ὑμῖν 42 μὴ ἀναβαίνετε οὐ γάρ ἐστι Κύριος μεθ ὑμῶν καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν 43 ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν καὶ πεσεῖσθε μαχαίρᾳ οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν 44 καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς 45 καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν ΚΕΦΑΛΑΙΟΝ 15 1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων 2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοῦς ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν ἣν ἐγὼ δίδωμι ὑμῖν 3 καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ ὁλοκάρπωμα ἢ θυσίαν μεγαλῦναι εὐχὴν ἢ καθ ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπό τῶν προβάτων 4 καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν 5 καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἢ ἐπὶ τῆς θυσίας τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ 6 καὶ τῷ κριῷ ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ἴν 7 καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ 8 ἐὰν δέ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλῦναι εὐχήν ἢ εἰς σωτήριον Κυρίῳ 9 καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν 10 καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἴν κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ 11 οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν 12 κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε οὕτως ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν 13 πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ 14 ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ ὃν τρόπον ποιεῖτε ὑμεῖς οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ 15 νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου 16 νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν 17 Καί ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων 18 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ 9 καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ ἀπαρχὴν φυράματος ὑμῶν 20 ἄρτον ἀφοριεῖτε ἀφαίρεμα αὐτό ὡς ἀφαίρεμα ἀπὸ ἅλω οὕτως ἀφελεῖτε αὐτόν 21 ἀπαρχὴν φυράματος ὑμῶν καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν 22 Οταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησε Κύριος πρὸς Μωυσῆν 23 καθὰ συνέταξε Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν 24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας 25 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ καὶ ἀφεθήσεται αὐτοῖς ὅτι ἀκούσιόν ἐστι καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν 26 καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς ὅτι παντὶ τῷ λαῷ ἀκούσιον 27 ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας 28 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ 29 τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς ὃς ἐὰν ποιήσῃ ἀκουσίως 30 καὶ ψυχή ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων τὸν Θεὸν οὗτος παροξυνεῖ ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς 31 ὅτι τὸ ρῆμα Κυρίου ἐφαύλισε καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ 32 Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων 33 καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ 34 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν 35 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων θανάτῳ θανατούσθω ὁ ἄνθρωπος λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή 36 καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ 37 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων 38 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον 39 καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν 40 ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν 41 ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγωγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ΚΕΦΑΛΑΙΟΝ 16 1 ΚΑΙ ἐλάλησε Κορὲ υἱὸς Ἰσσάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἑλιὰβ καὶ Αὔν υἱὸς Φαλὲθ υἱοῦ Ρουβήν 2 καὶ ἀνέστησαν ἔναντι Μωυσῆ καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς καί ἄνδρες ὀνομαστοί 3 συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν καὶ εἶπαν ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοῖς Κύριος καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου 4 καὶ ἀκούσας Μωυσῆς ἔπεσεν ἐπὶ πρόσωπον 5 καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν καὶ οὓς ἐξελέξατο ἑαυτῷ προσηγάγετο πρὸς ἑαυτόν 6 τοῦτο ποιήσατε λάβετε ὑμῖν αὐτοῖς πυρεῖα Κορὲ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ 7 καὶ ἐπίθετε ἐπ αὐτὰ πῦρ καὶ ἐπίθετε ἐπ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον καὶ ἔσται ὁ ἀνήρ ὃν ἐκλέλεκται Κύριος οὗτος ἅγιος ἱκανούσθω ὑμῖν υἱοὶ Λευί 8 καὶ εἶπε Μωυσῆς πρὸς Κορέ εἰσακούσατέ μου υἱοὶ Λευί 9 μὴ μικρόν ἐστι τοῦτο ὑμῖν ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς 10 καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευὶ μετὰ σοῦ καὶ ζητεῖτε καὶ ἱερατεύειν 11 οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν καὶ Ἀαρὼν τίς ἐστιν ὅτι διαγογγύζετε κατ αὐτοῦ 12 καὶ ἀπέστειλε Μωυσῆς καλέσαι Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιάβ καὶ εἶπαν οὐκ ἀναβαίνομεν 13 μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ρέουσαν γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι κατάρχεις ἡμῶν ἄρχων 14 εἰ καὶ εἰς γῆν ρέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας οὐκ ἀναβαίνομεν 15 καὶ ἐβαρυθύμησε Μωυσῆς σφόδρα καὶ εἶπε πρὸς Κύριον μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν 16 καὶ εἶπε Μωυσῆς πρὸς Κορέ ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ Ἀαρὼν καὶ αὐτοὶ αὔριον 17 καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ πεντήκοντα καὶ διακόσια πυρεῖα καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ 18 καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ αὐτὰ θυμίαμα καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ἀαρών 19 καὶ ἐπισυνέστησεν ἐπ αὐτοὺς Κορὲ τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ὤφθη ἡ δόξα Κυρίου πάσῃ τῇ συναγωγῇ 20 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 21 ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ 22 καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν Θεός Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός εἰ ἄνθρωπος εἷς ἥμαρτεν ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου 23 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων 24 λάλησον τῇ συναγωγῇ λέγων ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορέ 25 καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρών καὶ συνεπορεύθησαν μετ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ 26 καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν 27 καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν 28 καὶ εἶπε Μωυσῆς ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα ὅτι οὐκ ἀπ ἐμαυτοῦ 29 εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι εἰ καὶ κατ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν οὐχὶ Κύριος ἀπέσταλκέ με 30 ἀλλ ἢ ἐν φάσματι δείξει Κύριος καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς καὶ καταβήσονται ζῶντες εἰς ᾅδου καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον 31 ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν 32 καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ καὶ τὰ κτήνη αὐτῶν 33 καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς 34 καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν ὅτι λέγοντες μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ 35 καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα ΚΕΦΑΛΑΙΟΝ 17 1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν 2 καὶ πρὸς Ἐλεάζαρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ 3 ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ 4 καὶ ἔλαβεν Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ 5 μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ 6 Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου 7 καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα Κυρίου 8 καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου 9 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 10 ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν 11 καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών λάβε τὸ πυρεῖον καὶ ἐπίθες ἐπ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου ἦρκται θραύειν τὸν λαόν 12 καὶ ἔλαβεν Ἀαρών καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ 13 καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἐκόπασεν ἡ θραῦσις 14 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ 15 καὶ ἐπέστρεψεν Ἀαρών πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραῦσις 16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων 17 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ λάβε παρ αὐτῶν ράβδον ράβδον κατ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν δώδεκα ράβδους καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ράβδου 18 καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ράβδου Λευί ἔστι γὰρ ράβδος μία κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι 19 καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ 20 καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτόν ἡ ράβδος αὐτοῦ ἐκβλαστήσει καὶ περιελῶ ἀπ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ ἃ αὐτοὶ γογγύζουσιν ἐφ ὑμῖν 21 καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ράβδον τῷ ἄρχοντι τῷ ἑνὶ ράβδον κατ ἄρχοντα κατ οἴκους πατριῶν αὐτῶν δώδεκα ράβδους καὶ ἡ ράβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ράβδων αὐτῶν 22 καὶ ἀπέθηκε Μωυσῆς τὰς ράβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 23 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ἡ ράβδος Ἀαρὼν εἰς οἶκον Λευὶ καὶ ἐξήνεγκε βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησε κάρυα 24 καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ράβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ράβδον αὐτοῦ 25 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν ἀπόθες τὴν ράβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ ἐμοῦ καὶ οὐ μὴ ἀποθάνωσι 26 καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρών καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν 27 καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα 28 πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς Κυρίου ἀποθνήσκει ἕως εἰς τέλος ἀποθάνωμεν ΚΕΦΑΛΑΙΟΝ 18 1 ΚΑΙ εἶπε Κύριος πρὸς Ἀαρὼν λέγων σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν 2 καὶ τοὺς ἀδελφούς σου φυλὴν Λευί δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτόν καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου 3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς 4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ 5 καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ 6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου 7 καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται 8 Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρών καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον 9 καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων σοὶ ἔσται καί τοῖς υἱοῖς σου 10 ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά πᾶν ἀρσενικὸν φάγεται αὐτά σὺ καὶ οἱ υἱοί σου ἅγια ἔσται σοι 11 καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά 12 πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ σοὶ δέδωκα αὐτά 13 τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν ὅσα ἂν ἐνέγκωσι Κυρίῳ σοὶ ἔσται πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά 14 πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται 15 καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους σοὶ ἔσται ἀλλ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ 16 καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου ἡ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσιν ὀβολοί εἰσι 17 πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ ἅγιά ἐστι καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ 18 καὶ τὰ κρέα ἔσται σοί καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται 19 πᾶν ἀφαίρεμα τῶν ἁγίων ὅσα ἑὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ 20 Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρών ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ 21 καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δώδεκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον 23 καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν 24 ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραήλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ διὰ τοῦτο εἴρηκα αὐτοῖς ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον 25 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων 26 καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον ὃ δέδωκα ὑμῖν παρ αὐτῶν ἐν κλήρῳ καὶ ἀφελεῖτε ὑμεῖς ἀπ αὐτοῦ ἀφαίρεμα Κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου 27 καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ 28 οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ καὶ δώσετε ἀπ αὐτῶν ἀφαίρεμα Κυρίῳ Ἀαρὼν τῷ ἱερεῖ 29 ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ αὐτοῦ 30 καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ αὐτοῦ καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ 31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 32 καὶ οὐ λήψεσθε δι αὐτὸ ἁμαρτίαν ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ αὐτοῦ καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε ἵνα μὴ ἀποθάνητε ΚΕΦΑΛΑΙΟΝ 19 1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 2 αὕτη ἡ διαστολὴ τοῦ νόμου ὅσα συνέταξε Κύριος λέγων λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ αὐτὴν ζυγός 3 καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ 4 καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ρανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις 5 καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται 6 καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως 7 καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας 8 καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 9 καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ἰσραὴλ εἰς διατήρησιν ὕδωρ ραντισμοῦ ἅγνισμά ἐστι 10 καὶ ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις προσκειμένοις νόμιμον αἰώνιον 11 Ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας 12 οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρα τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ καθαρὸς ἔσται 13 πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου ἐὰν ἀποθάνῃ καὶ μὴ ἀφαγνισθῇ τὴν σκηνὴν Κυρίου ἐμίανεν ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ αὐτόν ἀκάθαρτός ἐστιν ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστι 14 Καὶ οὗτος ὁ νόμος ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας 15 καὶ πᾶν σκεῦος ἀνεῳγμένον ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ αὐτῷ ἀκάθαρτά ἐστι 16 καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται 17 καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος 18 καὶ λήψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς ὅσαι ἂν ὦσιν ἐκεῖ καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος 19 καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 20 καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ αὐτόν ἀκάθαρτός ἐστι 21 καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον καὶ ὁ περιρραίνων ὕδωρ ραντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ραντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 22 καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ΚΕΦΑΛΑΙΟΝ 20 1 ΚΑΙ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ 2 καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών 3 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου 4 καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν 5 καὶ ἱνατί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὔτε ροαί οὔτε ὕδωρ ἐστὶ πιεῖν 6 καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς 7 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων 8 λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν καὶ δώσει τὰ ὕδατα αὐτῆς καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν 9 καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου καθὰ συνέταξε Κύριος 10 καὶ ἐξεκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθεῖς μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ 11 καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς καὶ ἐξῆλθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν 12 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς 13 τοῦτο τὸ ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς 14 Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς 15 καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν 16 καὶ ἀνεβοήσαμεν πρὸς Κύριον καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει ἐκ μέρους τῶν ὁρίων σου 17 παρελευσόμεθα διὰ τῆς γῆς σου οὐ διελευσόμεθα δι ἀγρῶν οὐδὲ δι ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδῷ βασιλικῇ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου 18 καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ οὐ διελεύσῃ δι ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι 19 καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ παρά τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι παρὰ τὸ ὄρος παρελευσόμεθα 20 ὁ δὲ εἶπεν οὐ διελεύσῃ δι ἐμοῦ καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ 21 καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ αὐτοῦ 22 Καὶ ἀπῇραν ἐκ Κάδης καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραήλ πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος 23 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ λέγων 24 προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας 25 λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς 26 καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ 27 καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς 28 καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους 29 καὶ εἶδε πᾶσα ἡ συναγωγή ὅτι ἀπελύθη Ἀαρών καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ ΚΕΦΑΛΑΙΟΝ 21 1 ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς Ἀρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον ὅτι ἦλθεν Ἰσραὴλ ὁδὸν Ἀθαρείν καὶ ἐπολέμησε πρὸς Ἰσραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν 2 καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ 3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα 4 Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες ἱνατί τοῦτο ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ 6 καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ 7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ εὖξαι οὖν πρὸς Κύριον καὶ ἀφελέτω ἀφ ἡμῶν τὸν ὄφιν καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται 9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη 10 Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν Ὠβώθ 11 καὶ ἐξάραντες ἐξ Ὠβώθ καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ ἥ ἐστι κατὰ πρόσωπον Μωάβ κατ ἀνατολὰς ἡλίου 12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ 13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου 14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε καὶ τοὺς χειμάρρους Ἀρνῶν 15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι Ἤρ καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ 16 καὶ ἐκεῖθεν τὸ φρέαρ τοῦτο τὸ φρέαρ ὃ εἶπε Κύριος πρὸς Μωυσῆν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν 17 τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος ἐξάρχετε αὐτῷ φρέαρ 18 ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν ἐν τῷ κυριεῦσαι αὐτῶν καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου 20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορραίων λόγοις εἰρηνικοῖς λέγων 21 παρελευσόμεθα διὰ τῆς γῆς σου τῇ ὁδῷ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα 22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου 23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ἰασσὰ καὶ παρετάξατο τῷ Ἰσραήλ 24 καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ ἕως υἱῶν Ἀμμάν ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι 25 καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων ἐν Ἐσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ 26 ἔστι γὰρ Ἐσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν 27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Ἐσεβών ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνῶν 29 οὐαί σοι Μωάβ ἀπώλου λαὸς Χαμώς ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Ἐσεβὼν ἕως Δαιβών καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ 31 Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων 32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐκεῖ 33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν 34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων ὃς κατῴκει ἐν Ἐσεβών 35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ ΚΕΦΑΛΑΙΟΝ 22 1 ΚΑΙ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ 2 καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμορραίῳ 3 καὶ

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/694-arithmoi (2016-02-13)
    Open archived version from archive


  • ΑΣΜΑ
    ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ Κεφάλαιο 4 Ιδοὺ εἶ καλή ἡ πλησίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ 2 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς 3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου 4 ὡς πύργος Δαυΐδ τράχηλός σου ὁ ᾠκοδομημένος εἰς θαλπιώθ χίλιοι θυρεοὶ κρέμανται ἐπ αὐτόν πᾶσαι βολίδες τῶν δυνατῶν 5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις 6 ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου 7 ὅλη καλὴ εἶ πλησίον μου καὶ μῶμος οὐκ ἔστιν ἐν σοί 8 δεῦρο ἀπὸ Λιβάνου νύμφη δεῦρο ἀπὸ Λιβάνου ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ερμών ἀπὸ μανδρῶν λεόντων ἀπὸ ὀρέων παρδάλεων 9 ἐκαρδίωσας ἡμᾶς ἀδελφή μου νύμφη ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου ἐν μιᾷ ἐνθέματι τραχήλων σου 10 τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου νύμφη τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα 11 κηρίον ἀποστάζουσι χείλη σου νύμφη μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου 12 κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη κῆπος κεκλεισμένος πηγὴ ἐσφραγισμένη 13 ἀποστολαί σου παράδεισος ροῶν μετὰ καρποῦ ἀκροδρύων κύπροι μετὰ νάρδων 14 νάρδος καὶ κρόκος κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου σμύρνα ἀλὼθ μετὰ πάντων πρώτων μύρων 15 πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος καὶ ροιζοῦντος ἀπὸ τοῦ Λιβάνου 16 Εξεγέρθητι βορρᾶ καὶ ἔρχου νότε διάπνευσον κῆπόν μου καὶ ρευσάτωσαν ἀρώματά μου καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ Κεφάλαιο 5 ΕΙΣΗΛΘΟΝ εἰς κῆπόν μου ἀδελφή μου νύμφη ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου ἔπιον οἶνόν μου μετὰ γάλακτός μου φάγετε πλησίοι καὶ πίετε καὶ μεθύσθητε ἀδελφοί 2 Εγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν Ἀνοιξόν μοι ἀδελφή μου ἡ πλησίον μου περιστερά μου τελεία μου ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός 3 Εξεδυσάμην τὸν χιτῶνά μου πῶς ἐνδύσομαι αὐτόν ἐνιψάμην τοὺς πόδας μου πῶς μολυνῶ αὐτούς 4 ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ αὐτόν 5 ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου χεῖρές μου ἔσταξαν σμύρναν δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου 6 ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου ἀδελφιδός μου παρῆλθε ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου 7 εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει ἐπάταξάν με ἐτραυμάτισάν με ἦραν τὸ θέριστρόν μου ἀπ ἐμοῦ φύλακες τῶν τειχέων 8 ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλήμ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου τί ἀπαγγείλητε αὐτῷ ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι 9

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/668-asma (2016-02-13)
    Open archived version from archive

  • ΒΑΡΟΥΧ
    ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν 25 καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ρομφαίᾳ καὶ ἐν ἀποστολῇ 26 καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραὴλ καὶ οἴκου Ιούδα 27 Καὶ ἐποίησας εἰς ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν κατὰ πᾶσα ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν 28 καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραὴλ λέγων 29 ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου εἰ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ 30 ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσί μου ὅτι λαὸς σκληροτράχηλός ἐστι καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν 31 καὶ γνώσονται ὅτι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα 32 καὶ αἰνέσουσί με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου 33 καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι Κυρίου 34 καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβραὰμ καὶ τῷ Ισαὰκ καὶ τῷ Ιακώβ καὶ κυριεύσουσιν αὐτῆς καὶ πληθυνῶ αὐτούς καὶ οὐ μὴ σμικρυνθῶσι 35 καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς Θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς Κεφάλαιο 3 ΚΥΡΙΕ παντοκράτωρ ὁ Θεὸς Ισραήλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρός σε 2 ἄκουσον Κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου 3 ὅτι σὺ καθήμενος τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα 4 Κύριε παντοκράτωρ ὁ Θεὸς Ισραήλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραὴλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά 5 μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ 6 ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν καὶ αἰνέσομέν σε Κύριε 7 ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπί καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου 8 ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ ἡμῶν 9 Ἄκουε Ισραὴλ ἐντολὰς ζωῆς ἐνωτίσασθε γνῶναι φρόνησιν 10 τί ἐστιν Ισραήλ τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ συνεμιάνθης τοῖς νεκροῖς 11 προσελογίσθης μετὰ τῶν εἰς ᾅδου 12 ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας 13 τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα 14 μάθε ποῦ ἐστι φρόνησις ποῦ ἐστιν ἰσχύς ποῦ ἐστι σύνεσις τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/651-varoux (2016-02-13)
    Open archived version from archive

  • ΒΑΣΙΛΕΙΩΝ Α΄
    τοῦ θερίζειν τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή 22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ιωνάθαν καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ιωνάθαν υἱῷ αὐτοῦ 23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς Κεφάλαιο 14 ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν Ιωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ δεῦρο καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε 2 καὶ Σαοὺλ ἐκάθητο ἐπ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών καὶ ἦσαν μετ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες 3 καὶ Αχιὰ υἱὸς Αχιτὼβ ἀδελφοῦ Ιωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ Ηλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωνάθαν 4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως οὗ ἐζήτει Ιωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά 5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ 6 καὶ εἶπεν Ιωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων εἴτι ποιήσαι Κύριος ἡμῖν ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις 7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ποίει πᾶν ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ ἰδοὺ ἐγὼ μετὰ σοῦ ὡς ἡ καρδία σου καρδία μου 8 καὶ εἶπεν Ιωνάθαν ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς 9 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν καὶ στησόμεθα ἐφ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ αὐτούς 10 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς ἀνάβητε πρὸς ἡμᾶς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν τοῦτο ἡμῖν τὸ σημεῖον 11 καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν οὗ ἐκρύβησαν ἐκεῖ 12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ιωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμᾶς καὶ γνωριοῦμεν ὑμῖν ρῆμα καὶ εἶπεν Ιωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ισραήλ 13 καὶ ἀνέβη Ιωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ αὐτοῦ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωνάθαν καὶ ἐπάταξεν αὐτούς καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ 14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἣν ἐπάταξεν Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου 15 καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν καὶ ἐθάμβησεν ἡ γῆ καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου 16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν 17 καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ αὐτοῦ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ 18 καὶ εἶπε Σαοὺλ τῷ Αχιᾷ προσάγαγε τὸ ἐφούδ ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ισραήλ 19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χεῖράς σου 20 καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ σύγχυσις μεγάλη σφόδρα 21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ιωνάθαν 22 καὶ πᾶς Ισραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον 23 καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραήλ Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραίμ 24 καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου καὶ πᾶσα ἡ γῆ ἠρίστα 25 καὶ Ιάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ 26 καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα καὶ ἰδοὺ ἐπορεύετο λαλῶν καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου 27 καὶ Ιωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ 28 καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον καὶ ἐξελύθη ὁ λαός 29 καὶ ἔγνω Ιωνάθαν καὶ εἶπεν ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου 30 ἀλλ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις 31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα 32 καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι 33 καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν 34 καὶ εἶπε Σαούλ διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ 35 καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ 36 Καὶ εἶπε Σαούλ καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα καὶ εἶπαν πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει καὶ εἶπεν ὁ ἱερεύς προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν 37 καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ισραήλ καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ 38 καὶ εἶπε Σαούλ προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ισραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον 39 ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ισραήλ ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ιωνάθαν τοῦ υἱοῦ μου θανάτῳ ἀποθανεῖται καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ 40 καὶ εἶπε παντὶ ἀνδρὶ Ισραήλ ὑμεῖς ἔσεσθε εἰς δουλείαν καὶ ἐγὼ καὶ Ιωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει 41 καὶ εἶπε Σαούλ Κύριε ὁ Θεὸς Ισραήλ τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία Κύριε ὁ Θεὸς Ισραὴλ δὸς δήλους καὶ ἐὰν τάδε εἴπῃς ἐν τῷ λαῷ σου Ισραήλ δὸς δὴ ὁσιότητα καὶ κληροῦται Ιωνάθαν καὶ Σαούλ καὶ ὁ λαὸς ἐξῆλθε 42 καὶ εἶπε Σαούλ βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωνάθαν τοῦ υἱοῦ μου ὃν ἂν κατακληρώσηται Κύριος ἀποθανέτω καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ οὐκ ἔστι τὸ ρῆμα τοῦτο καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ κατακληροῦται Ιωνάθαν 43 καὶ εἶπε Σαοὺλ πρὸς Ιωνάθαν ἀπάγγειλόν μοι τί πεποίηκας καὶ ἀπήγγειλεν αὐτῷ Ιωνάθαν καὶ εἶπε γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω 44 καὶ εἶπεν αὐτῷ Σαούλ τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη ὅτι θανάτῳ ἀποθανῇ σήμερον 45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραήλ ζῇ Κύριος εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἀπέθανε 46 καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν 47 Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ Ισραήλ καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς Αμμὼν καὶ εἰς τοὺς υἱοὺς Εδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους οὗ ἂν ἐστράφη ἐσώζετο 48 καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν Αμαλὴκ καὶ ἐξείλατο τὸν Ισραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν 49 καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ Ιωνάθαν καὶ Ιεσσιοὺ καὶ Μελχισά καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ ὄνομα τῇ πρωτοτόκῳ Μερόβ καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ 50 καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αχινοὸμ θυγάτηρ Αχιμάας καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ Αβεννήρ υἱὸς Νήρ υἱοῦ οἰκείου Σαούλ 51 καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ Αβεννὴρ υἱὸς Ιαμὶν υἱοῦ Αβιήλ 52 καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν Κεφάλαιο 15 ΚΑΙ εἶπε Σαμουὴλ πρὸς Σαούλ ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραήλ καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου 2 τάδε εἶπε Κύριος Σαβαώθ νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαλὴκ τῷ Ισραήλ ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου 3 καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαλὴκ καὶ Ιερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου 4 καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων 5 καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων Αμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ 6 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου μὴ προσθῶ σε μετ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαλήκ 7 καὶ ἐπάταξε Σαοὺλ τὸν Αμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου 8 καὶ συνέλαβε τὸν Αγὰγ βασιλέα Αμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ Ιερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας 9 καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Αγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν 10 Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων 11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα 12 καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραὴλ τὸ πρωΐ καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Αμαλήκ 13 καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ καὶ εἶπεν αὐτῷ Σαούλ εὐλογητὸς σὺ τῷ Κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησε Κύριος 14 καὶ εἶπε Σαμουήλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω 15 καὶ εἶπε Σαούλ ἐξ Αμαλὴκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου καὶ τὰ λοιπὰ ἐξωλόθρευσα 16 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον 17 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραήλ καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ισραήλ 18 καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαλήκ καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς 19 καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου ἀλλ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου 20 καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέ με Κύριος καὶ ἤγαγον τὸν Αγὰγ βασιλέα Αμαλὴκ καὶ τὸν Αμαλὴκ ἐξωλόθρευσα 21 καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολοθρεύματος θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις 22 καὶ εἶπε Σαμουήλ εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν 23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραήλ 24 καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν 25 καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ ἐμοῦ καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου 26 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραήλ 27 καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό 28 καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ισραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ 29 καὶ διαιρεθήσεται Ισραὴλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός 30 καὶ εἶπε Σαούλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ ἐμοῦ καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου 31 καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ 32 καὶ εἶπε Σαμουήλ προσαγάγετέ μοι τὸν Αγὰγ βασιλέα Αμαλήκ καὶ προσῆλθε πρὸς αὐτὸν Αγὰγ τρέμων καὶ εἶπεν Αγάγ εἰ οὕτω πικρὸς ὁ θάνατος 33 καὶ εἶπε Σαμουὴλ πρὸς Αγάγ καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου καὶ ἔσφαξε Σαμουὴλ τὸν Αγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ 34 καὶ ἀπῆλθε Σαμουὴλ εἰς Αρμαθαίμ καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά 35 καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ισραήλ Κεφάλαιο 16 ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραήλ πλῆσον τὸ κέρας σου ἐλαίου καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαὶ ἕως Βηθλεέμ ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα 2 καὶ εἶπε Σαμουήλ πῶς πορευθῶ καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με καὶ εἶπε Κύριος δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς θῦσαι τῷ Κυρίῳ ἥκω 3 καὶ καλέσεις τὸν Ιεσσαὶ εἰς τὴν θυσίαν καὶ γνωριῶ σοι ἃ ποιήσεις καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε 4 καὶ ἐποίησε Σαμουὴλ πάντα ἃ ἐλάλησεν αὐτῷ Κύριος καὶ ἦλθεν εἰς Βηθλεέμ καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων 5 καὶ εἶπεν εἰρήνη θῦσαι τῷ Κυρίῳ ἥκω ἁγιάσθητε καὶ εὐφράνθητε μετ ἐμοῦ σήμερον καὶ ἡγίασε τὸν Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν 6 καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν Ελιὰβ καὶ εἶπεν ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ 7 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ ὅτι ἐξουδένωκα αὐτόν ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος ὄψεται ὁ Θεός ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν 8 καὶ ἐκάλεσεν Ιεσσαὶ τὸν Αμιναδάβ καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ καὶ εἶπεν οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός 9 καὶ παρήγαγεν Ιεσσαὶ τὸν Σαμά καὶ εἶπε καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος 10 καὶ παρήγαγεν Ιεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ καὶ εἶπε Σαμουήλ οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις 11 καὶ εἶπε Σαμουὴλ πρὸς Ιεσσαί ἐκλελοίπασι τὰ παιδάρια καὶ εἶπεν ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ καὶ εἶπε Σαμουὴλ πρὸς Ιεσσαί ἀπόστειλον καὶ λαβὲ αὐτόν ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν 12 καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ καὶ εἶπε Κύριος πρὸς Σαμουήλ ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ ὅτι οὗτός ἐστιν ἀγαθός 13 καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Αρμαθαίμ 14 Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου 15 καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε 16 εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε 17 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με 18 καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν ἰδοὺ ἑώρακα υἱὸν τῷ Ιεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει καὶ Κύριος μετ αὐτοῦ 19 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς Ιεσσαὶ λέγων ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου 20 καὶ ἔλαβεν Ιεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ 21 καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ καὶ ἠγάπησεν αὐτὸν σφόδρα καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ 22 καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ιεσσαὶ λέγων παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου 33 καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ καὶ ἀνέψυχε Σαούλ καὶ ἀγαθὸν αὐτῷ καὶ ἀφίστατο ἀπ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν Κεφάλαιο 17 ΚΑΙ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχὼθ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Αζηκὰ Εφερμέμ 2 καὶ Σαοὺλ καὶ οἱ ἄνδρες Ισραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων 3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα καὶ Ισραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν 4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς 5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου 6 καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ 7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ 8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραὴλ καὶ εἶπεν αὐτοῖς τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαούλ ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με 9 καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με καὶ ἐὰν πατάξῃ με καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν 10 καὶ εἶπεν ὁ ἀλλόφυλος ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ δότε μοι ἄνδρα καὶ μονομαχήσομεν ἀμφότεροι 11 καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς Ισραὴλ τὰ ρήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα 32 Καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ αὐτόν ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου 33 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ αὐτοῦ ὅτι παιδάριον εἶ σύ καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ 34 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης 35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἰ ἐπανίστατο ἐπ ἐμέ καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν 36 καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ισραήλ διότι τίς ὁ ἀπερίτμητος οὗτος ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος 37 Κύριος ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ πορεύου καὶ ἔσται Κύριος μετὰ σοῦ 38 καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλήν αὐτοῦ 39 καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ρομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις ὅτι οὐ πεπείραμαι καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ αὐτοῦ 40 καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμαινικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴ καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον 42 καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ καὶ ἐξητίμασεν αὐτόν ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν 43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ ὡσεὶ κύων ἐγώ εἰμι ὅτι σὺ ἔρχῃ ἐπ ἐμὲ ἐν ράβδῳ καὶ λίθοις καὶ εἶπε Δαυίδ οὐχί ἀλλ ἢ χείρων κυνός καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ 44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ δεῦρο πρός με καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς 45 καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον σὺ ἔρχῃ πρός με ἐν ρομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι κἀγὼ πορεύομαι πρός σε ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαὼθ παρατάξεως Ισραήλ ἣν ὠνείδισας σήμερον 46 καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστι Θεὸς ἐν Ισραήλ 47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος ὅτι τοῦ Κυρίου ὁ πόλεμος καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν 48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ 49 καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνισε καὶ ἐπάταξε τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ καὶ διέθυ ὁ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν 51 καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ αὐτὸν καὶ ἔλαβε τὴν ρομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν καὶ ἔφυγον 52 καὶ ἀνίστανται ἄνδρες Ισραὴλ καὶ Ιούδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ καὶ ἕως τῆς πύλης Ασκάλωνος καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ καὶ ἕως Ακκαρών 53 καὶ ἀνέστρεψαν ἄνδρες Ισραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν 54 καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλὴμ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ 12 Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου Εφραθαίου οὗτος ἐκ Βηθλεὲμ Ιούδα καὶ ὄνομα αὐτῷ Ιεσσαί καὶ αὐτῷ ὀκτῲ υἱοί καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι 13 καὶ ἐπορεύθησαν οἱ τρεῖς υἱοὶ Ιεσσαὶ οἱ μείζονες ὀπίσω Σαοὺλ εἰς πόλεμον καὶ ὄνομα τῶν υἱῶν αὐτοῦ τῶν πορευθέντων εἰς τὸν πόλεμον Ελιὰβ ὁ πρωτότοκος αὐτοῦ καὶ ὁ δεύτερος αὐτοῦ Αμιναδὰβ καὶ ὁ τρίτος αὐτοῦ Σαμμά 14 καὶ Δαυὶδ αὐτός ἐστιν ὁ νεώτερος καὶ οἱ τρεῖς οἱ μείζονες ἐπορεύθησαν ὀπίσω Σαούλ 15 Καὶ Δαυὶδ ἀπῆλθε καὶ ἀνέστρεψεν ἀπὸ τοῦ Σαούλ ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ 16 καὶ προῆγεν ὁ ἀλλόφυλος ὀρθρίζων καὶ ὀψίζων καὶ ἐστηλώθη τεσσαράκοντα ἡμέρας 17 καὶ εἶπεν Ιεσσαὶ πρὸς Δαυίδ λαβὲ δὴ τοῖς ἀδελφοῖς σου οἰφὶ τοῦ ἀλφίτου καὶ δέκα ἄρτους τούτους καὶ διάδραμε εἰς τὴν παρεμβολὴν καὶ δὸς τοῖς ἀδελφοῖς σου 18 καὶ τὰς δέκα τρυφαλίδας τοῦ γάλακτος τούτου εἰσοίσεις τῷ χιλιάρχῳ καὶ τοὺς ἀδελφούς σου ἐπισκέψῃ εἰς εἰρήνην καὶ ὅσα ἂν χρῄζωσι γνώσῃ 19 καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων 20 καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ καὶ ἀφῆκε τὰ πρόβατα φύλακι καὶ ἔλαβε καὶ ἀπῆλθε καθὰ ἐνετείλατο αὐτῷ Ιεσσαί καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ 21 καὶ παρετάξαντο Ισραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως 22 καὶ ἀφῆκε Δαυὶδ τὰ σκεύη αὐτοῦ ἀφ ἑαυτοῦ ἐπὶ χεῖρα φύλακος καὶ ἔδραμεν εἰς τὴν παράταξιν καὶ ἦλθε καὶ ἠρώτησε τοὺς ἀδελφοὺς αὐτοῦ εἰς εἰρήνην 23 καὶ αὐτοῦ λαλοῦντος μετ αὐτῶν ἰδοὺ ἀνὴρ ὁ μεσαῖος ἀνέβαινε Γολιὰθ ὁ Φιλισταῖος ὄνομα αὐτῷ ἐκ Γέθ ἐκ τῶν παρατάξεων τῶν ἀλλοφύλων καὶ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα καὶ ἤκουσε Δαυίδ 24 Καὶ πᾶς ἀνὴρ Ισραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα 25 καὶ εἶπεν ἀνὴρ Ισραήλ εἰ ἑωράκατε τὸν ἄνδρα τὸν ἀναβαίνοντα τοῦτον ὅτι ὀνειδῖσαι τὸν Ισραὴλ ἀνέβη καὶ ἔσται ἀνήρ ὃς ἂν πατάξῃ αὐτόν πλουτίσει αὐτὸν ὁ βασιλεὺς πλοῦτον μέγαν καὶ τὴν θυγατέρα αὐτοῦ δώσει αὐτῷ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ποιήσει ἐλεύθερον ἐν τῷ Ισραήλ 26 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ αὐτοῦ λέγων ἢ ποιηθήσεται τῷ ἀνδρί ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ Ισραήλ ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος 27 καὶ εἶπεν αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων οὕτως ποιηθήσεται τῷ ἀνδρί ὃς ἂν πατάξει αὐτόν 28 καὶ ἤκουσεν Ελιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ Ελιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης 29 καὶ εἶπε Δαυίδ τί ἐποίησα νῦν οὐχί ρῆμά ἐστι 30 καὶ ἐπέστρεψε παρ αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ρῆμα τοῦτο καὶ ἀπεκρίθη αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦ πρώτου 31 καὶ ἠκούσθησαν οἱ λόγοι οὓς ἐλάλησε Δαυίδ καὶ ἀνηγγέλησαν ὀπίσω Σαοὺλ καὶ παρέλαβεν αὐτόν 41 Καὶ ἐπορεύθη ὁ ἀλλόφυλος πορευόμενος καὶ ἐγγίζων πρὸς Δαυίδ καὶ ἀνὴρ ὁ αἴρων τὸν θυρεὸν ἔμπροσθεν αὐτοῦ καὶ ἐπέβλεψεν ὁ ἀλλόφυλος 50 Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ 55 Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου εἶπε πρὸς Αβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως Υἱὸς τίνος ὁ νεανίσκος οὗτος καὶ εἶπεν Αβεννήρ ζῇ ἡ ψυχή σου βασιλεῦ εἰ οἶδα 56 καὶ εἶπεν ὁ βασιλεύς ἐπερώτησον σύ υἱὸς τίνος ὁ νεανίσκος οὗτος 57 καὶ ὡς ἐπέστρεψε Δαυὶδ τοῦ πατάξαι τὸν ἀλλόφυλον καὶ παρέλαβεν αὐτὸν Αβεννὴρ καὶ εἰσήγαγεν αὐτὸν ἐνώπιον Σαούλ καὶ ἡ κεφαλὴ τοῦ ἀλλοφύλου ἐν τῇ χειρὶ αὐτοῦ 58 καὶ εἶπε πρὸς αὐτὸν Σαούλ υἱὸς τίνος εἶ παιδάριον καὶ εἶπε Δυαίδ υἱὸς δούλου σου Ιεσσαὶ τοῦ Βηθλεεμείτου Κεφάλαιο 18 6 ΚΑΙ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων Ισραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις 7 καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ 8 καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου καὶ εἶπε τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας 12 καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυίδ 13 καὶ ἀπέστησεν αὐτὸν ἀπ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ 14 καὶἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν καὶ Κύριος ἦν μετ αὐτοῦ 15 καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ 16 καὶ πᾶς Ισραὴλ καὶ Ιούδας ἠγάπα τὸν Δαυίδ ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ 20 Καὶ ἠγάπησε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ καὶ ἀπηγγέλη τῷ Σαούλ καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ 21 καὶ εἶπε Σαούλ δώσω αὐτὴν αὐτῷ καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων 22 καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων λαλήσετε ὑμεῖς λάθρᾳ τῷ Δαυὶδ λέγοντες ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεύς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ 23 καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ρήματα ταῦτα καὶ εἶπε Δαυίδ εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος 24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ρήματα ταῦτα ἃ ἐλάλησε Δαυίδ 25 καὶ εἶπε Σαούλ τάδε ἐρεῖτε τῷ Δαυίδ οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων 26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ρήματα ταῦτα καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ 27 καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα 28 καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς Ισραήλ ἠγάπα αὐτόν 29 καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι 1 Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ καὶ ἡ ψυχὴ Ιωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν Ιωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ 2 καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ 3 καὶ διέθετο Ιωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ 4 καὶ ἐξεδύσατο Ιωνάθαν τὸν ἐπενδύτην τὸν ἐπάνω καὶ ἔδωκεν αὐτὸν τῷ Δαυὶδ καὶ τὸν μανδύαν αὐτοῦ καὶ ἕως τῆς ρομφαίας αὐτοῦ καὶ ἕως τοῦ τόξου αὐτοῦ καὶ ἕως τῆς ζώνης αὐτοῦ 5 καὶ ἐξεπορεύετο Δαυίδ ἐν πᾶσιν οἷς ἀπέστειλεν αὐτὸν Σαούλ συνῆκε καὶ κατέστησεν αὐτὸν Σαοὺλ ἐπὶ τοὺς ἄνδρας τοῦ πολέμου καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ καί γε ἐν ὀφθαλμοῖς δούλων Σαούλ 9 Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα 10 καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθ ἑκάστην ἡμέραν καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ 11 καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς 17 Καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ ἰδοὺ ἡ θυγάτηρ μου ἡ μείζων Μερόβ αὐτὴν δώσω σοι εἰς γυναῖκα καὶ πλὴν γίνου μοι εἰς υἱὸν δυνάμεως καὶ πολέμει τοὺς πολέμους Κυρίου καὶ Σαοὺλ εἶπε μὴ ἔστω χείρ μου ἐπ αὐτῷ καὶ ἔσται ἐπ αὐτὸν χεὶρ ἀλλοφύλων 18 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ τίς ἐγώ εἰμι καὶ τίς ἡ ζωὴ τῆς συγγενείας τοῦ πατρός μου ἐν Ισραήλ ὅτι ἔσομαι γαμβρὸς τοῦ βασιλέως 19 καὶ ἐγενήθη ἐν τῷ καιρῷ τοῦ δοθῆναι τὴν Μερὸβ θυγατέρα Σαοὺλ τῷ Δαυίδ καὶ αὕτη ἐδόθη τῷ Ισραὴλ τῷ Μοθυλαθείτῃ εἰς γυναῖκα Κεφάλαιο 19 ΚΑΙ ἐλάλησε Σαοὺλ πρὸς Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ 2 καὶ Ιωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα καὶ ἀπήγγειλεν Ιωνάθαν τῷ Δαυὶδ λέγων Σαοὺλ ζητεῖ θανατῶσαί σε φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ 3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ καὶ ἀπαγγελῶ σοι 4 καὶ ἐλάλησεν Ιωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπε πρὸς αὐτόν μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυίδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα 5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην καὶ πᾶς Ισραὴλ εἶδον καὶ ἐχάρησαν καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν 6 καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ιωνάθαν καὶ ὤμοσε Σαοὺλ λέγων ζῇ Κύριος εἰ ἀποθανεῖται 7 καὶ ἐκάλεσεν Ιωνάθαν τὸν Δαυίδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ρήματα ταῦτα καὶ εἰσήγαγεν Ιωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ καὶ ἦν ἐνώπιον αὐτοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν 8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαούλ καὶ κατίσχυσε Δαυὶδ καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ 9 Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαούλ καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ 10 καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη 11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωΐ καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ 12 καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται 13 καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ 14 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν 15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν 16 καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ 17 καὶ εἶπε Σαοὺλ τῇ Μελχόλ ἱνατί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἶπε Μελχὸλ τῷ Σαούλ αὐτὸς εἶπεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε 18 Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Αρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ραμά 19 καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ραμά 20 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ αὐτῶν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ καὶ προφητεύουσι 21 καὶ ἀπηγγέλη τῷ Σαούλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους καί ἐπροφήτευσαν καὶ αὐτοί 22 καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ καὶ ἠρώτησε καὶ εἶπε ποῦ Σαμουὴλ καὶ Δαυίδ καὶ εἶπαν ἰδοὺ ἐν Ναυὰθ ἐν Ραμά 23 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ραμά καὶ ἐγενήθη καὶ ἐπ αὐτῷ πνεῦμα Θεοῦ καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ραμά 24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ τοῦτο ἔλεγον εἰ καὶ Σαοὺλ ἐν προφήταις Κεφάλαιο 20 ΚΑΙ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ραμὰ καὶ ἔρχεται ἐνώπιον Ιωνάθαν καὶ εἶπε τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου 2 καὶ εἶπεν αὐτῷ Ιωνάθαν μηδαμῶς σοι οὐ μὴ ἀποθάνῃς ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ρῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπ ἐμοῦ τὸ ρῆμα τοῦτο οὐκ ἔστι τοῦτο 3 καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ιωνάθαν καὶ εἶπε γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου καὶ εἶπε μὴ γνώτω τοῦτο Ιωνάθαν μὴ οὐ βούληται ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου ὅτι καθὼς εἶπον ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου 4 καὶ εἶπεν Ιωνάθαν πρὸς Δαυίδ τὶ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι 5 καὶ εἶπε Δαυὶδ πρὸς Ιωνάθαν ἰδοὺ δὴ νεομηνία αὔριον καὶ ἐγὼ καθίσας οὐ

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/688-vasileion-a (2016-02-13)
    Open archived version from archive

  • ΒΑΣΙΛΕΙΩΝ Β΄
    Οὐρίαν πρὸς Δαυίδ 7 καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτόν καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ιωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου 8 καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως 9 καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ 10 καὶ ἀνήγγειλαν τῷ Δαυὶδ λέγοντες ὅτι οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου 11 καὶ εἶπεν Οὐρίας πρὸς Δαυίδ ἡ κιβωτὸς καὶ Ισραὴλ καὶ Ιούδας κατοικοῦσιν ἐν σκηναῖς καὶ ὁ κύριός μου Ιωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου πῶς ζῇ ἡ ψυχή σου εἰ ποιήσω τὸ ρῆμα τοῦτο 12 καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν κάθισον ἐνταῦθα καί γε σήμερον καὶ αὔριον ἐξαποστελῶ σε καὶ ἐκάθισεν Οὐρίας ἐν Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον 13 καὶ ἐκάλεσεν αὐτὸν Δαυίδ καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιε καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη 14 καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ιωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου 15 καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται καὶ ἀποθανεῖται 16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ 17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωάβ καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος 18 καὶ ἀπέστειλεν Ιωὰβ καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 20 καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους 21 τίς ἐπάταξε τὸν Αβιμέλεχ υἱὸν Ιεροβάαλ υἱοῦ Νήρ οὐχὶ γυνὴ ἔρριψε κλάσμα μύλου ἐπ αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος καὶ ἐρεῖς καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε 22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωὰβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλήμ καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ιωὰβ πάντα τὰ ρήματα τοῦ πολέμου καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ιωὰβ καὶ εἶπε πρὸς τὸν ἄγγελον ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους τίς ἐπάταξε τὸν Αβιμέλεχ υἱὸν Ιεροβάαλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος 23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ ὅτι ἐκραταίωσαν ἐφ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ ἡμᾶς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης 24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως καί γε ὁ δοῦλος σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε 25 καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον τάδε ἐρεῖς πρὸς Ιωάβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ρῆμα τοῦτο ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου εἰς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτήν 26 καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς 27 καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα ὃ ἐποίησε Δαυίδ ἐν ὀφθαλμοῖς Κυρίου Κεφάλαιο 12 ΚΑΙ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης 2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα 3 καὶ τῷ πένητι οὐδὲν ἀλλ ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ 4 καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν 5 καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν ζῇ Κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο 6 καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα ἀνθ ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο 7 καὶ εἶπε Νάθαν πρὸς Δαυίδ σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ισραήλ ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ισραήλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ 8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραὴλ καὶ Ιούδα καὶ εἰ μικρόν ἐστι προσθήσω σοι κατὰ ταῦτα 9 τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν Αμμών 10 καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα 11 τάδε λέγει Κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου 12 ὅτι σὺ ἐποίησας κρυβῇ κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς Ισραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου 13 καὶ εἶπε Δαυὶδ τῷ Νάθαν ἡμάρτηκα τῷ Κυρίῳ καὶ εἶπε Νάθαν πρὸς Δαυίδ καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς 14 πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται 15 καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔθραυσε Κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ καὶ ἠρρώστησε 16 καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς 17 καὶ ἀνέστησαν ἐπ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον 18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον ὅτι εἶπαν ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον καὶ ποιήσει κακά 19 καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ τέθνηκε τὸ παιδάριον καὶ εἶπαν τέθνηκε 20 καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγε 21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν τί τὸ ρῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας 22 καὶ εἶπε Δαυίδ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἶπα τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον 23 καὶ νῦν τέθνηκεν ἱνατί τοῦτο ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με 24 καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών καὶ Κύριος ἠγάπησεν αὐτόν 25 καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ιεδεδί ἕνεκεν Κυρίου 26 Καὶ ἐπολέμησεν Ιωὰβ ἐν Ραββὰθ υἱῶν Αμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας 27 καὶ ἀπέστειλεν Ιωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν ἐπολέμησα ἐν Ραββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων 28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ αὐτήν 29 καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν 30 καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα 31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Αμμών καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ιερουσαλήμ Κεφάλαιο 13 ΚΑΙ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ Θημάρ καὶ ἠγάπησεν αὐτὴν Αμνὼν υἱὸς Δαυίδ 2 καὶ ἐθλίβετο Αμνὼν ὥστε ἀρρωστεῖν διὰ Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ ὅτι παρθένος ἦν αὕτη καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Αμνὼν τοῦ ποιῆσαί τι αὐτῇ 3 καὶ ἦν τῷ Αμνὼν ἑταῖρος καὶ ὄνομα αὐτῷ Ιωναδάβ υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ καὶ Ιωναδὰβ ἀνὴρ σοφὸς σφόδρα 4 καὶ εἶπεν αὐτῷ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ τοῦ βασιλέως τὸ πρωΐ πρωΐ οὐκ ἀπαγγέλλεις μοι καὶ εἶπεν αὐτῷ Αμνών Θημὰρ τὴν ἀδελφὴν Αβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ 5 καὶ εἶπεν αὐτῷ Ιωναδάβ κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε καὶ ἐρεῖς πρὸς αὐτόν ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ ὀφθαλμούς μου βρῶμα ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς 6 καὶ ἐκοιμήθη Αμνὼν καὶ ἠρρώστησε καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν καὶ εἶπεν Αμνὼν πρὸς τὸν βασιλέα ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς 7 καὶ ἀπέστειλε Δαυὶδ πρὸς Θημὰρ εἰς τὸν οἶκον λέγων πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα 8 καὶ ἐπορεύθη Θημὰρ εἰς τὸν οἶκον Αμνὼν ἀδελφοῦ αὐτῆς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβε τὸ σταῖς καὶ ἐφύρασε καὶ ἐκολλύρισε κατ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησε τὰς κολλυρίδας 9 καὶ ἔλαβε τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἠθέλησε φαγεῖν καὶ εἶπεν Αμνών ἐξαγάγετε πάντα ἄνδρα ἀπὸ ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἐπάνωθεν αὐτοῦ 10 καὶ εἶπεν Αμνὼν πρὸς Θημάρ εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμιεῖον καὶ φάγομαι ἐκ τῆς χειρός σου καὶ ἔλαβε Θημὰρ τὰς κολλυρίδας ἃς ἐποίησε καὶ εἰσήνεγκε τῷ Αμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα 11 καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ δεῦρο κοιμήθητι μετ ἐμοῦ ἀδελφή μου 12 καὶ εἶπεν αὐτῷ μή ἀδελφέ μου μὴ ταπεινώσῃς με διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραήλ μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην 13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραήλ καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ 14 καὶ οὐκ ἠθέλησεν Αμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ αὐτῆς 15 καὶ ἐμίσησεν αὐτὴν Αμνὼν μῖσος μέγα σφόδρα ὅτι μέγα τὸ μῖσος ὃ ἐμίσησεν αὐτὴν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἶπεν αὐτῇ Αμνών ἀνάστηθι καὶ πορεύου 16 καὶ εἶπεν αὐτῷ Θημάρ μή ἀδελφέ ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν Αμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς 17 καὶ ἐκάλεσε τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου καὶ εἶπεν αὐτῷ ἐξαποστείλατε δὴ ταύτην ἀπ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς 18 καὶ ἐπ αὐτῆς ἦν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισε τὴν θύραν ὀπίσω αὐτῆς 19 καὶ ἔλαβε Θημὰρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ αὐτῆς διέρρηξε καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα 20 καὶ εἶπε πρὸς αὐτὴν Αβεσσαλὼμ ὁ ἀδελφὸς αὐτῆς μὴ Αμνὼν ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ καὶ νῦν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστι μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι τὸ ρῆμα τοῦτο καὶ ἐκάθισε Θημὰρ χηρεύουσα ἐν τῷ οἴκῳ Αβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς 21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησε τὸ πνεῦμα Αμνὼν τοῦ υἱοῦ αὐτοῦ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτοῦ ἦν 22 καὶ οὐκ ἐλάλησεν Αβεσσαλὼμ μετὰ Αμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ ὅτι ἐμίσει Αβεσσαλὼμ τὸν Αμνὼν ἐπὶ λόγου οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ 23 Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Αβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Εφραίμ καὶ ἐκάλεσεν Αβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως 24 καὶ ἦλθεν Αβεσσαλὼμ πρὸς τὸν βασιλέα καὶ εἶπεν ἰδοὺ δὴ κείρουσι τῷ δούλῳ σου πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου 25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αβεσσαλώμ μὴ δή υἱέ μου μὴ πορευθῶμεν πάντες ἡμεῖς καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν 26 καὶ εἶπεν Αβεσσαλὼμ πρὸς αὐτόν καὶ εἰ μή πορευθήτω δὴ μεθ ἡμῶν Αμνὼν ὁ ἀδελφός μου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἱνατί πορευθῇ μετὰ σοῦ 27 καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλώμ καὶ ἀπέστειλε μετ αὐτοῦ τὸν Αμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἐποίησεν Αβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως 28 καὶ ἐνετείλατο Αβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Αμνὼν ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς πατάξατε τὸν Αμνών καὶ θανατώσατε αὐτόν μὴ φοβηθῆτε ὅτι οὐχὶ ἐγώ εἰμι ὁ ἐντελλόμενος ὑμῖν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως 29 καί ἐποίησαν τὰ παιδάρια Αβεσσαλὼμ τῷ Αμνὼν καθὰ ἐνετείλατο αὐτοῖς Αβεσσαλώμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν 30 καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῷ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθε πρὸς Δαυὶδ λέγων ἐπάταξεν Αβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς 31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν 32 καὶ ἀπεκρίθη Ιωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ καὶ εἶπε μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν ὅτι Αμνὼν μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος Αβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ 33 καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ρῆμα λέγων πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθανον ὅτι ἀλλ ἢ Αμνὼν μονώτατος ἀπέθανε 34 καὶ ἀπέδρα Αβεσσαλώμ καὶ ᾖρε τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ καὶ εἶπεν ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ωρωνῆν ἐκ μέρους τοῦ ὄρους 35 καὶ εἶπεν Ιωναδὰβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισι κατὰ τὸν λόγον τοῦ δούλου σου οὕτως ἐγένετο 36 καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα 37 καὶ Αβεσσαλὼμ ἔφυγε καὶ ἐπορεύθη πρὸς Θολμὶ υἱὸν Εμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Μαχάδ καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας 38 καὶ Αβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἦν ἐκεῖ ἔτη τρία 39 καὶ ἐκόπασε τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Αβεσσαλώμ ὅτι παρεκλήθη ἐπὶ Αμνὼν ὅτι ἀπέθανε Κεφάλαιο 14 ΚΑΙ ἔγνω Ιωὰβ υἱὸς Σαρουΐας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Αβεσσαλώμ 2 καὶ ἀπέστειλεν Ιωὰβ εἰς Θεκωέ καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπε πρὸς αὐτήν πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς 3 καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ρῆμα τοῦτο καὶ ἔθηκεν Ιωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς 4 καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπε σῶσον βασιλεῦ σῶσον 5 καὶ εἶπε πρὸς αὐτὴν ὁ βασιλεύς τί ἐστί σοι ἡ δὲ εἶπε καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι καὶ ἀπέθανεν ὁ ἀνήρ μου 6 καί γε τῇ δούλῃ σου δύο υἱοί καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν καὶ ἔπαισεν ὁ εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν 7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινε καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς 8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὴν γυναῖκα ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου κἀγὼ ἐντελοῦμαι περὶ σοῦ 9 καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα ἐπ ἐμέ κύριέ μου βασιλεῦ ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος 10 καὶ εἶπεν ὁ βασιλεύς τίς ὁ λαλῶν πρός σε καί ἄξεις αὐτὸν πρὸς ἐμέ καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ 11 καὶ εἶπε μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν Κύριον Θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσι τὸν υἱόν μου καὶ εἶπε ζῇ Κύριος εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν 12 καὶ εἶπεν ἡ γυνή λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ρῆμα καὶ εἶπε λάλησον 13 καὶ εἶπεν ἡ γυνή ἱνατί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν Θεοῦ ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ 14ὅτι θανάτῳ ἀποθανούμεθα καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς ὃ οὐ συναχθήσεται καὶ λήψεται ὁ Θεὸς ψυχήν καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ αὐτοῦ ἐξεωσμένον 15 καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ρῆμα τοῦτο ὅτι ὄψεταί με ὁ λαός καὶ ἐρεῖ ἡ δούλη σου λαλησάτω δὴ πρὸς τὸν κύριόν μου τὸν βασιλέα εἴπως ποιήσει ὁ βασιλεὺς τὸ ρῆμα τῆς δούλης αὐτοῦ 16 ὅτι ἀκούσει ὁ βασιλεύς ρυσάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας Θεοῦ 17 καὶ εἶπεν ἡ γυνή εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν ὅτι καθὼς ἄγγελος Θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν καὶ Κύριος ὁ Θεός σου ἔσται μετὰ σοῦ 18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε πρὸς τὴν γυναῖκα μὴ δὴ κρύψῃς ἀπ ἐμοῦ ρῆμα ὃ ἐγὼ ἐπερωτῶ σε καὶ εἶπεν ἡ γυνή λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς 19 καὶ εἶπεν ὁ βασιλεύς μὴ ἡ χεὶρ Ιωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ ζῇ ἡ ψυχή σου κύριέ μου βασιλεῦ εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς ὅτι ὁ δοῦλός σου Ιωὰβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους 20 ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ρήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ιωὰβ τὸν λόγον τοῦτον καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ 21 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωάβ ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλώμ 22 καὶ ἔπεσεν Ιωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησε καὶ εὐλόγησε τὸν βασιλέα καὶ εἶπεν Ιωάβ σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ 23 καὶ ἀνέστη Ιωὰβ καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἤγαγε τὸν Αβεσσαλὼμ εἰς Ιερουσαλήμ 24 καὶ εἶπεν ὁ βασιλεύς ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Αβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε 25 καὶ ὡς Αβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ισραὴλ αἰνετὸς σφόδρα ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος 26 καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ καὶ ἐγένετο ἀπ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἂν ἐκείρετο ὅτι κατεβαρύνετο ἐπ αὐτὸν καὶ κειρόμενος αὐτὴν ἔστησε τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ 27 καὶ ἐτέχθησαν τῷ Αβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία καὶ ὄνομα αὐτῇ Θημάρ αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν καὶ τίκτει αὐτῷ τὸν Αβιά 28 καὶ ἐκάθισεν Αβεσσαλὼμ ἐν Ιερουσαλὴμ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε 29 καὶ ἀπέστειλεν Αβεσσαλὼμ πρὸς Ιωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν καὶ οὐκ ἠθέλησε παραγενέσθαι 30 καὶ εἶπεν Αβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ ἴδετε ἡ μερὶς ἐν ἀγρῷ τοῦ Ιωὰβ ἐχόμενά μου καὶ αὐτῷ ἐκεῖ κριθαί πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί καὶ ἐνέπρησαν οἱ παῖδες Αβεσσαλὼμ τὴν μερίδα καὶ παραγίνονται οἱ δοῦλοι Ιωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπον ἐνεπύρισαν οἱ δοῦλοι Αβεσσαλὼμ τὴν μερίδα ἐν πυρί 31 καὶ ἀνέστη Ιωὰβ καὶ ἦλθε πρὸς Αβεσσαλὼμ εἰς τὸν οἶκον καὶ εἶπε πρὸς αὐτόν ἱνατί ἐνεπύρισαν οἱ παῖδές σου τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί 32 καὶ εἶπεν Αβεσσαλὼμ πρὸς Ιωάβ ἰδοὺ ἀπέστειλα πρός σε λέγων ἦκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων ἱνατί ἦλθον ἐκ Γεδσούρ ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία καὶ θανάτωσόν με 33 καὶ εἰσῆλθεν Ιωὰβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐκάλεσε τὸν Αβεσσαλώμ καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Αβεσσαλώμ Κεφάλαιο 15 ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ 2 καὶ ὤρθρισεν Αβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρας τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησε πρὸς αὐτὸν Αβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ἐκ μιᾶς φυλῶν Ισραὴλ ὁ δοῦλός σου 3 καὶ εἶπε πρὸς αὐτὸν ὁ Αβεσσαλώμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ὁ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ βασιλέως 4 καὶ εἶπεν Αβεσσαλώμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν 6 καὶ ἐποίησεν Αβεσσαλὼμ κατὰ τὸ ρῆμα τοῦτο παντὶ Ισραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο Αβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ισραήλ 7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών 8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ιερουσαλήμ καὶ λατρεύσω τῷ Κυρίῳ 9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών 10 καὶ ἀπέστειλεν Αβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραὴλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκε βασιλεὺς Αβεσσαλὼμ ἐν Χεβρών 11 καὶ μετὰ Αβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλὴμ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ρῆμα 12 καὶ ἀπέστειλεν Αβεσσαλὼμ καὶ ἐκάλεσε τὸν Αχιτόφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλώμ 13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραὴλ ὀπίσω Αβεσσαλώμ 14 καὶ εἶπε Δαυὶδ πᾶσι τοῖς παισὶν αὐτοῦ τοῖς μετ αὐτοῦ τοῖς ἐν Ιερουσαλήμ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλώμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν ἐν στόματι μαχαίρας 15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου 16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον 17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ καὶ πάντες οἱ Γεθθαῖοι οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γέθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως 19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθὶ τὸν Γεθθαῖον ἱνατί πορεύῃ καὶ σὺ μεθ ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκησας σὺ ἐκ τοῦ τόπου σου 20 εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν 21 καὶ ἀπεκρίθη Εθθὶ τῷ βασιλεῖ καὶ εἶπε ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου 22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθί δεῦρο καὶ διάβαινε μετ ἐμοῦ καὶ παρῆλθεν Εθθὶ ὁ Γεθθαῖος καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ αὐτοῦ 23 καὶ πᾶσα ἡ γῆ ἔκλαιε φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν Κέδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κέδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον 24 καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ ἀνέβη Αβιάθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως 25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Σαδώκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτήν καὶ τὴν εὐπρέπειαν αὐτῆς 26 καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ 27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ Αχιμάας ὁ υἱός σου καὶ Ιωνάθαν ὁ υἱὸς Αβιάθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ ὑμῶν 28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ρῆμα παρ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι 29 καὶ ἀπέστρεψε Σαδὼκ καὶ Αβιάθαρ τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ιερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ 30 καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες 31 καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες καὶ Αχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλώμ καὶ εἶπε Δαυίδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτόφελ Κύριε ὁ Θεός μου 32 καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ροώς οὗ προσεκύνησεν ἐκεῖ τῷ Θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ 33 καὶ εἶπεν αὐτῷ Δαυίδ ἐὰν μὲν διαβῇς μετ ἐμοῦ καὶ ἔσῃ ἐπ ἐμὲ εἰς βάσταγμα 34 καὶ ἐὰν ἐπιστρέψῃς ἐπὶ τὴν πόλιν καὶ ἐρεῖς τῷ Αβεσσαλώμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτόφελ 35 καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ Αβιάθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ρῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Αβιάθαρ τοῖς ἱερεῦσιν 36 ἰδοὺ ἐκεῖ μετ αὐτῶν δύο υἱοὶ αὐτῶν Αχιμάας υἱὸς τῷ Σαδὼκ καὶ Ιωνάθαν υἱὸς τῷ Αβιάθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ρῆμα ὃ ἐὰν ἀκούσητε 37 καὶ εἰσῆλθε Χουσὶ ὁ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν καὶ Αβεσσαλὼμ ἄρτι εἰσεπορεύετο εἰς Ιερουσαλήμ Κεφάλαιο 16 ΚΑΙ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ροὼς καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων καὶ ἐπ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβά τί ταῦτά σοι καὶ εἶπε Σιβά τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ 3 καὶ εἶπεν ὁ βασιλεύς καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα ἰδοὺ κάθηται ἐν Ιερουσαλήμ ὅτι εἶπε σήμερον ἐπιστρέψουσί μοι οἶκος Ισραὴλ τὴν βασιλείαν τοῦ πατρός μου 4 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά ἰδού σοι πάντα ὅσα ἐστὶ Μεμφιβοσθέ καὶ εἶπε Σιβὰ προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ 5 καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος 6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως 7 καὶ οὕτως ἔλεγε Σεμεΐ ἐν τῷ καταρᾶσθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος 8 ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ ὅτι ἐβασίλευσας ἀντ αὐτοῦ καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλὼμ τοῦ υἱοῦ σου καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου ὅτι ἀνὴρ αἱμάτων σύ 9 καὶ εἶπεν Αβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ 10 καὶ εἶπεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ Σαρουΐας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ καὶ τίς ἐρεῖ ὡς τί ἐποίησας οὕτως 11 καὶ εἶπε Δαυὶδ πρὸς Αβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινί ἄφετε αὐτὸν καταρᾶσθαι ὅτι εἶπεν αὐτῷ Κύριος 12 εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ 13 καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ καὶ Σεμεΐ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοΐ πάσσων 14 καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετ αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ 15 Καὶ Αβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ισραὴλ εἰσῆλθον εἰς Ιερουσαλὴμ καὶ Αχιτόφελ μετ αὐτοῦ 16 καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς Αβεσσαλώμ καὶ εἶπε Χουσὶ πρὸς Αβεσσαλώμ ζήτω ὁ βασιλεύς 17 καὶ εἶπεν Αβεσσαλὼμ πρὸς Χουσί τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου 18 καὶ εἶπε Χουσὶ πρὸς Αβεσσαλώμ οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραήλ αὐτῷ ἔσομαι καὶ μετὰ αὐτοῦ καθήσομαι 19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου 20 καὶ εἶπεν Αβεσσαλὼμ πρὸς Αχιτόφελ φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν 21 καὶ εἶπεν Αχιτόφελ πρὸς Αβεσσαλώμ εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ καὶ ἀκούσεται πᾶς Ισραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ 22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλὼμ ἐπὶ τὸ δῶμα καὶ εἰσῆλθεν Αβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ ὀφθαλμοὺς παντὸς Ισραήλ 23 καὶ ἡ βουλὴ Αχιτόφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ οὕτως πᾶσα ἡ βουλὴ τοῦ Αχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Αβεσσαλώμ Κεφάλαιο 17 ΚΑΙ εἶπεν Αχιτόφελ πρὸς Αβεσσαλώμ ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα 2 καὶ ἐπελεύσομαι ἐπ αὐτόν καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσί καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον 3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρός σε ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη 4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Αβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραήλ 5 καὶ εἶπεν Αβεσσαλώμ καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Αραχί καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ 6 καὶ εἰσῆλθε Χουσὶ πρὸς Αβεσσαλώμ καὶ εἶπεν Αβεσσαλὼμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ρῆμα τοῦτο ἐλάλησεν Αχιτόφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ εἰ δὲ μή σὺ λάλησον 7 καὶ εἶπε Χουσὶ πρὸς Αβεσσαλώμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο Αχιτόφελ τὸ ἅπαξ τοῦτο 8 καὶ εἶπε Χουσί σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν 9 ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Αβεσσαλώμ 10 καί γε αὐτὸς υἱὸς δυνάμεως οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος τηκομένη τακήσεται ὅτι οἶδε πᾶς Ισραὴλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ αὐτοῦ 11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ισραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν 12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ καὶ παρεμβαλοῦμεν ἐπ αὐτόν ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσι τοῖς μετ αὐτοῦ καί γε ἕνα 13 καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ καὶ λήψεται πᾶς Ισραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος 14 καὶ εἶπεν Αβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ισραήλ ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Αραχὶ ὑπὲρ τὴν βουλὴν Αχιτόφελ καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Αχιτόφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Αβεσσαλὼμ τὰ κακὰ πάντα 15 καὶ εἶπε Χουσὶ ὁ τοῦ Αραχὶ πρὸς Σαδὼκ καὶ Αβιάθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτόφελ τῷ Αβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ισραήλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ 16 καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ λέγοντες μὴ αὐλισθῇς τὴν νύκτα ἐν Αραβὼθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον μή ποτε καταπείσῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ αὐτοῦ 17 καὶ Ιωνάθαν καὶ Αχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγήλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν 18 καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀνήγγειλε τῷ Αβεσσαλώμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ καὶ αὐτῷ λάκκος

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/687-vasileion-v (2016-02-13)
    Open archived version from archive

  • ΒΑΣΙΛΕΙΩΝ Γ΄
    γῇ μετοικίας αὐτῶν καὶ δεηθῶσί σου λέγοντες ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν 48 καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτούς καὶ προσεύξονται πρός σε ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν καὶ τῆς πόλεως ἧς ἐξελέξω καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου 49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου 50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν αἷς ἥμαρτόν σοι καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς καὶ οἰκτειρήσουσιν αὐτούς 51 ὅτι λαός σου καὶ κληρονομία σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου 52 καὶ ἔστρωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ᾐνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ισραὴλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν οἷς ἂν ἐπικαλέσωνταί σε 53 ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου Κύριε Κύριε 53α Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτόν Ηλιον ἐγνώρισεν ἐν οὐρανῷ Κύριος εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ οἰκοδόμησον οἶκόν μου οἶκον εὐπρεπῆ σεαυτῷ τοῦ κατοικεῖν ἐπὶ καινότητος οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς 54 Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν 55 καὶ ἔστη καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν Ισραὴλ φωνῇ μεγάλῃ λέγων 56 εὐλογητὸς Κύριος σήμερον ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ισραὴλ κατὰ πάντα ὅσα ἐλάλησεν οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ 57 γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθ ἡμῶν καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς 58 ἐπικλῖναι καρδίας ἡμῶν ἐπ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν 59 καὶ ἔστρωσαν οἱ λόγοι οὗτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτός τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ Ισραὴλ ρῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ 60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι Κύριος ὁ Θεός αὐτὸς Θεὸς καὶ οὐκ ἔστιν ἔτι 61 καὶ ἔστρωσαν οἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη 62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου 63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν ἃς ἔθυσε τῷ Κυρίῳ βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραήλ 64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν 65 καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς Ισραὴλ μετ αὐτοῦ ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ημὰθ ἕως ποταμοῦ Αἰγύπτου ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας 66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαὸν καὶ εὐλόγησαν τὸν βασιλέα καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ καὶ τῷ Ισραὴλ λαῷ αὐτοῦ Κεφάλαιο 9 ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών ὅσα ἠθέλησε ποιῆσαι 2 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον καθὼς ὤφθη ἐν Γαβαών 3 καὶ εἶπε πρὸς αὐτὸν Κύριος ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιόν μου πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας 4 καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς 5 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν Ισραὴλ εἰς τὸν αἰῶνα καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραήλ 6 ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ ἐμοῦ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς 7 καὶ ἐξαρῶ τὸν Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου καὶ ἔσται Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς 8 καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος δι αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ 9 καὶ ἐροῦσιν ἀνθ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπ αὐτοὺς τὴν κακίαν ταύτην 9α Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις 10 Εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως 11 Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ 12 καὶ ἐξῆλθε Χιρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμών καὶ οὐκ ἤρεσαν αὐτῷ 13 καὶ εἶπε τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι ἀδελφέ καὶ ἐκάλεσεν αὐτὰς Οριον ἕως τῆς ἡμέρας ταύτης 14 καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου 26 καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασιὼν Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Εδώμ 27 καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νειὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών 28 καὶ ἦλθον εἰς Σωφηρὰ καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών Κεφάλαιο 10 ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι 2 καὶ ἦλθεν εἰς Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον καὶ εἰσῆλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως ὃν οὐκ ἀπήγγειλεν αὐτῇ 4 καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε 5 καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου καὶ ἐξ ἑαυτῆς ἐγένετο 6 καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμών ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν ἣν ἤκουσα ἐν τῇ γῇ μου 8 μακάριαι αἱ γυναῖκές σου μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου 9 γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον Ισραήλ διὰ τὸ ἀγαπᾶν Κύριον τὸν Ισραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν 10 καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών 11 καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον 12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης 13 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα ὅσα ἠθέλησεν ὅσα ᾐτήσατο ἐκτὸς πάντων ὧν ἐδεδόκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς 14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἐξηκονταὲξ τάλαντα χρυσίου 15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς 16 καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἓν 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατὰ καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἓν καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου 18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ 19 ἓξ ἀναβαθμοὶ ἐν θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ 21 καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ καὶ λουτῆρες χρυσοῖ καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα οὐκ ἦν ἀργύριον ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών 22 ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν 22α Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλὴμ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν Ασσοὺρ καὶ τὴν Μαγδὰλ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν Ιεθαρμὰθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ 22β πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραὴλ ὄντων τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ αὐτοῦ ἐν τῇ γῇ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραὴλ ἐξολοθρεῦσαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης 22γ καὶ ἐκ τῶν υἱῶν Ισραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ 23 Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ 25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα σκεύη χρυσᾶ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ ἐνιαυτὸν ἐνιαυτῷ 26 καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλήμ 26α καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου 27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος 28 καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουέ ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι 29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιΐν καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο Κεφάλαιο 11 ΚΑΙ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ Μωαβίτιδας Αμμανίτιδας Σύρας καὶ Ιδουμαίας Χετταίας καὶ Αμορραίας 2 ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ισραήλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι 4 καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν 5 τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Αμμὼν 6 καὶ τῇ Αστάρτῃ βδελύγματι Σιδωνίων 7 καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ 9 καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ισραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός οὐδ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ 11 καὶ εἶπε Κύριος πρὸς Σαλωμών ἀνθ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου 12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν 13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ Ιερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην 14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρὼμ υἱὸν Ελιαδαέ τὸν ἐν Ραεμμὰθ Αδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ καὶ συνηθροίσθησαν ἐπ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ καὶ ἦσαν σατὰν τῷ Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ 15 καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Εδὼμ ἐν τῷ πορευθῆναι Ιωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ 16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ιωὰβ καὶ πᾶς Ισραὴλ ἐν τῇ Ιδουμαίᾳ ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ 17 καὶ ἀπέδρα Αδερ αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ αὐτοῦ καὶ εἰσῆλθον εἰς Αἴγυπτον καὶ Αδερ παιδάριον μικρόν 18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ εἰσῆλθεν Αδερ πρὸς Φαραώ καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ 19 καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραὼ σφόδρα καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ ἀδελφὴν Θεκεμίνας τὴν μείζω 20 καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Αδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ 21 καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ὅτι τέθνηκεν Ιωὰβ ὁ ἄρχων τῆς στρατιᾶς καὶ εἶπεν Αδερ πρὸς Φαραώ ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου 22 καὶ εἶπε Φαραὼ τῷ Αδερ τίνι σὺ ἐλαττονῇ μετ ἐμοῦ καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου καὶ εἶπεν αὐτῷ Αδερ ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ αὕτη ἡ κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδώμ 26 Καὶ Ιεροβοὰμ υἱὸς Ναβὰτ ὁ Εφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών 27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῄρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ 28 καὶ ὁ ἄνθρωπος Ιεροβοὰμ ἰσχυρὸς δυνάμει καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσήφ 29 καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοὰμ ἐξῆλθεν ἐξ Ιερουσαλὴμ καὶ εὗρεν αὐτὸν Αχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ Αχιὰ περιβεβλημένος ἱματίῳ καινῷ καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ 30 καὶ ἐπελάβετο Αχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ αὐτῷ καὶ διέρρηξεν αὐτὸν δώδεκα ρήγματα 31 καὶ εἶπε τῷ Ιεροβοάμ λάβε σεαυτῷ δέκα ρήγματα ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ισραήλ ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα 32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ Ιερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραήλ 33 καὶ ἀνθ ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ Αστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ 34 καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν 35 καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα 36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλὴμ τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ 37 καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραήλ 38 καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ 40 καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ιεροβοάμ καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανε Σαλωμών 41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα ὅσα ἐποίησε καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών 42 καὶ αἱ ἡμέραι ἅς ἐβασίλευε Σαλωμὼν ἐν Ιερουσαλὴμ ἐπὶ πάντα Ισραὴλ τεσσαράκοντα ἔτη 43 καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοὰμ υἱὸς Ναβάτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Εφραίμ 44 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ 3 Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ 23 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν Ελιαδαὲ τὸν Βαραμεὲθ Αδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ 24 καὶ συνηθροίσθησαν ἐπ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ 25 καὶ ἐγένετο ἀντικείμενος τῷ Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών Κεφάλαιο 12 ΚΑΙ πορεύεται βασιλεὺς Ροβοὰμ εἰς Σίκιμα ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ισραὴλ βασιλεῦσαι αὐτόν 3 καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοὰμ λέγοντες 4 ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως οὗ ἔδωκεν ἐφ ἡμᾶς καὶ δουλεύσομέν σοι 5 καὶ εἶπεν πρὸς αὐτούς ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με καὶ ἀπῆλθον 6 καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον 7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσεις αὐτοῖς καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας 8 καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ 9 καὶ εἶπεν αὐτοῖς τί ὑμεῖς συμβουλεύετε καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ ἡμᾶς 10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ ἡμῶν τάδε λαλήσεις πρὸς αὐτούς ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου 11 καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις 12 καὶ παρεγένοντο πᾶς Ισραὴλ πρὸς τὸν βασιλέα Ροβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ 13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις 15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου ὅπως στήσῃ τὸ ρῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Αχιὰ τοῦ Σηλωνίτου περὶ Ιεροβοὰμ υἱοῦ Ναβάτ 16 καὶ εἶδον πᾶς Ισραήλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων τίς ἡμῖν μερὶς ἐν Δαυίδ καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ιεσσαί ἀπότρεχε Ισραήλ εἰς τὰ σκηνώματά σου νῦν βόσκε τὸν οἶκόν σου Δαυίδ καὶ ἀπῆλθεν Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ 18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ιερουσαλήμ 19 καὶ ἠθέτησεν Ισραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης 20 καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ισραὴλ ὅτι ἀνέκαμψεν Ιεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραήλ καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ιούδα καὶ Βενιαμὶν μόνοι 21 καὶ Ροβοὰμ εἰσῆλθεν εἰς Ιερουσαλὴμ καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν Ιούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον τοῦ πολεμεῖν πρὸς οἶκον Ισραήλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοὰμ υἱῷ Σαλωμών 22 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων 23 εἰπὸν τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ιούδα καὶ πρὸς πάντα οἶκον Ιούδα καὶ Βενιαμὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων 24 τάδε λέγει Κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραήλ ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ ὅτι παρ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου 24α Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ ἐν Ιερουσαλὴμ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλήμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν θυγάτηρ Ανὰν υἱοῦ Ναὰς βασιλέως υἱῶν Αμμών καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ 24β καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Εφραὶμ δοῦλος τῷ Σαλωμών καὶ ὄνομα αὐτῷ Ιεροβοάμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρά γυνὴ πόρνη καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου Ιωσήφ καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει Εφραίμ καὶ ἦσαν αὐτῶ τριακόσια ἅρματα ἵππων οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Εφραὶμ οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν 24γ καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών 24δ καὶ ἤκουσεν Ιεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμών καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου λέγων ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου καὶ εἶπεν αὐτῷ Σουσακίμ αἴτησαί τι αἴτημα καὶ δώσω σοι 24ε καὶ Σουσακὶμ ἔδωκε τῷ Ιεροβοὰμ τὴν Ανώ ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκε τῷ Ιεροβοὰμ τὸν Αβιὰ υἱὸν αὐτοῦ 24ζ καὶ εἶπεν Ιεροβοὰμ πρὸς Σουσακίμ ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι καὶ ἐξῆλθεν Ιεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει Εφραίμ καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εφραίμ καὶ ᾠκοδόμησεν ἐκεῖ Ιεροβοὰμ χάρακα 24η Καὶ ἠρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα καὶ ἐπορεύθη Ιεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου καὶ εἶπε πρὸς Ανὼ τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ πορεύου ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ 24θ καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ καὶ ὄνομα αὐτῷ Αχιά καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν καὶ ρῆμα Κυρίου μετ αὐτοῦ καὶ εἶπεν Ιεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος καὶ ἀνέστη ἡ γυνὴ 24ι καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Αχιά καὶ ὁ ἄνθρωπος πρεσβύτερος καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν 24κ καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχιὰ τὸν Σηλωνίτην καὶ εἶπεν Αχιὰ τῷ παιδαρίῳ αὐτοῦ ἔξελθε δὴ εἰς ἀπαντὴν Ανὼ τῇ γυναικὶ Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῇ εἴσελθε καὶ μὴ στῇς ὅτι τάδε λέγει Κύριος σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ 24λ καὶ εἰσῆλθεν Ανὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ καὶ εἶπεν αὐτῇ Αχιά ἱνατί ἐνήνοχάς μοι ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος τάδε λέγει Κύριος ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ ἐμοῦ καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσί σοι τὸ παιδάριον τέθνηκεν 24μ ὅτι τάδε λέγει Κύριος ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ιεροβοὰμ οὐροῦντα πρὸς τοῖχον καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ιεροβοὰμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὸ παιδάριον κόψονται οὐαὶ Κύριε ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου 24ν καὶ ἀπῆλθεν ἡ γυνή ὡς ἤκουσε καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρά καὶ τὸ παιδάριον ἀπέθανε καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν 24ξ Καὶ ἐπορεύθη Ιεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Εφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ισραήλ καὶ ἀνέβη ἐκεῖ Ροβοὰμ υἱὸς Σαλωμών καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ελαμὶ λέγων λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ρῆξον αὐτὸ δώδεκα ρήγματα καὶ δώσεις τῷ Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει Κύριος λάβε σεαυτῷ δέκα ρήγματα τοῦ περιβαλέσθαι σε καὶ ἔλαβεν Ιεροβοάμ καὶ εἶπε Σαμαίας τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ισραήλ 24ο Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοὰμ υἱὸν Σαλωμών ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφ ἡμᾶς καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ καὶ νῦν εἰ κουφιεῖς ἐφ ἡμᾶς καὶ δουλεύσομέν σοι καὶ εἶπε Ροβοὰμ πρὸς τὸν λαόν ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ρῆμα 24π καὶ εἶπε Ροβοάμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ρῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐλάλησε Ροβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ οὕτως ἐλάλησε πρός σε ὁ λαός 24ρ καὶ διεσκέδασε Ροβοὰμ τὴν βουλὴν αὐτῶν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ καὶ ἀπέστειλε καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρός με λέγων καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις 24σ καὶ ἤρεσε τὸ ρῆμα ἐνώπιον Ροβοάμ καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τά παιδάρια 24τ καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαί ἕκαστος εἰς τὰ σκηνώματά σου Ισραήλ ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον 24υ καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ κατεκράτησε Ροβοὰμ καὶ ἀπῆλθε καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ιερουσαλήμ καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιούδα καὶ πᾶν σκῆπτρον Βενιαμίν 24φ καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισε Ροβοὰμ πάντα ἄνδρα Ιούδα καὶ Βενιαμὶν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοὰμ εἰς Σίκιμα 24χ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων εἰπὸν τῷ Ροβοὰμ βασιλεῖ Ιούδα καὶ πρὸς πάντα οἶκον Ιούδα καὶ Βενιαμὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων τάδε λέγει Κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ισραήλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο 24ψ καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου 25 Καὶ ᾠκοδόμησεν Ιεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Εφραὶμ καὶ κατῴκει ἐν αὐτῇ καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ 26 καὶ εἶπεν Ιεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυίδ 27 ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς Ιερουσαλήμ καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν πρὸς Ροβοὰμ βασιλέα Ιούδα καὶ ἀποκτενοῦσί με 28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς καὶ εἶπε πρὸς τὸν λαόν ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλήμ ἰδοὺ θεοί σου Ισραήλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου 29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν 30 καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν καὶ εἴασαν τὸν οἶκον Κυρίου 31 καὶ ἐποίησεν οἴκους ἐφ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί 32 καὶ ἐποίησεν Ιεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιούδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθήλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησε καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησε 33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραὴλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι 2 Καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ καὶ ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως Σαλωμὼν καὶ ἐπέστρεψεν Ιεροβοὰμ ἐξ Αἰγύπτου 3 καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν καὶ ἦλθεν Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία Ισραήλ Κεφάλαιο 13 ΚΑΙ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ιούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθήλ καὶ Ιεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι 2 καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου καὶ εἶπε θυσιαστήριον θυσιαστήριον τάδε λέγει Κύριος ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυίδ Ιωσίας ὄνομα αὐτῷ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ 3 καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος λέγων ἰδοὺ τὸ θυσιαστήριον ρήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ αὐτῷ 4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων συλλάβετε αὐτόν καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ ἣν ἐξέτεινεν ἐπ αὐτόν καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν 5 καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου 6 καὶ εἶπεν ὁ βασιλεὺς Ιεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν καὶ ἐγένετο καθὼς τὸ πρότερον 7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἴσελθε μετ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον καὶ δώσω σοι δόμα 8 καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ 9 ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ λέγων μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῶ ᾗ ἐπορεύθης ἐν αὐτῇ 10 καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ 11 Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθήλ καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθήλ καὶ τοὺς λόγους οὓς ἐλάλησε τῷ βασιλεῖ καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν 12 καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων ποίᾳ ὁδῷ πεπόρευται καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδόν ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ Ιούδα 13 καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ ἐπισάξατέ μοι τὸν ὄνον καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον καὶ ἐπέβη ἐπ αὐτόν 14 καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ Ιούδα καὶ εἶπεν αὐτῷ ἐγώ 15 καὶ εἶπεν αὐτῷ δεῦρο μετ ἐμοῦ καὶ φάγε ἄρτον 16 καὶ εἶπεν οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ 17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ 18 καὶ εἶπε πρὸς αὐτόν κἀγὼ προφήτης εἰμὶ καθὼς σύ καὶ ἄγγελος λελάληκε πρός με ἐν ρήματι Κυρίου λέγων ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου καὶ φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ καὶ ἐψεύσατο αὐτῷ 19 καὶ ἐπέστρεψεν αὐτὸν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ 20 καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν 21 καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ιούδα λέγων τάδε λέγει Κύριος ἀνθ ὧν παρεπίκρανας τὸ ρῆμα Κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου 22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ ᾧ ἐλάλησε πρός σε λέγων οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου 23 καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον καὶ ἐπέστρεψε 24 καὶ ἀπῆλθε καὶ εὗρεν αὐτὸν λέγων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ ὄνος εἱστήκει παρ αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα 25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ 26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστίν ὃς παρεπίκρανε τὸ ρῆμα Κυρίου 28 καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ οὐ συνέτριψε τὸν ὄνον 29 καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν 30 ἐν τῷ τάφῳ ἑαυτοῦ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ 31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ 32 ὅτι γινόμενον ἔσται τὸ ρῆμα ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ 33 καὶ μετὰ τὸ ρῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ιεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/686-vasileion-g (2016-02-13)
    Open archived version from archive

  • ΒΑΣΙΛΕΙΩΝ Δ΄
    κονιορτὸν Ιοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπε κονιορτὸν ἐγὼ βλέπω καὶ εἶπεν Ιωράμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν καὶ εἰπάτω εἰ εἰρήνη 18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπε τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν Ιού τί σοι καὶ εἰρήνη ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε 19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν Ιού τί σοι καὶ εἰρήνη ἐπιστρέφου εἰς τὰ ὀπίσω μου 20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε καὶ ὁ ἄγων ἦγε τὸν Ιοὺ υἱὸν Ναμεσσί ὅτι ἐν παραλλαγῇ ἐγένετο 21 καὶ εἶπεν Ιωράμ ζεῦξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξῆλθεν Ιωρὰμ βασιλεὺς Ισραὴλ καὶ Οχοζίας βασιλεὺς Ιούδα ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ιεζραηλίτου 22 καὶ ἐγένετο ὡς εἶδεν Ιωρὰμ τὸν Ιού καὶ εἶπεν εἰ εἰρήνη Ιού καὶ εἶπεν Ιού τί εἰρήνη ἔτι αἱ πορνεῖαι Ιεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά 23 καὶ ἐπέστρεψεν Ιωρὰμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπε πρὸς Οχοζίαν δόλος Οχοζία 24 καὶ ἔπλησεν Ιοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν Ιωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ 25 καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ Κύριος ἔλαβεν ἐπ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων 26 εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές φησὶ Κύριος καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ φησὶ Κύριος καὶ νῦν ἄρας δὴ ρῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ρῆμα Κυρίου 27 καὶ Οχοζίας βασιλεὺς Ιούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιοὺ καὶ εἶπε καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ ἥ ἐστιν Ιεβλαάμ καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ 28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ 29 καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωρὰμ βασιλέως Ισραὴλ ἐβασίλευσεν Οχοζίας ἐπὶ Ιούδαν 30 καὶ ἦλθεν Ιοὺ ἐπὶ Ιεζράελ καὶ Ιεζάβελ ἤκουσε καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψε διὰ τῆς θυρίδος 31 καὶ Ιοὺ εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν εἰ εἰρήνη Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ 32 καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπε τί εἶ σύ κατάβηθι μετ ἐμοῦ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι 33 καὶ εἶπε κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν 34 καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιε καὶ εἶπεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστί 35 καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν 36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ καὶ εἶπε λόγος Κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ Ηλιοὺ τοῦ Θεσβίτου λέγων ἐν τῇ μερίδι Ιεζράελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζάβελ 37 καὶ ἔσται τὸ θνησιμαῖον Ιεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζράελ ὥστε μὴ εἰπεῖν αὐτοὺς Ιεζάβελ Κεφάλαιο 10 ΚΑΙ τῷ Αχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ καὶ ἔγραψεν Ιοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Αχαὰβ λέγων 2 καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς καὶ μεθ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα 3 καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν 4 καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ καὶ πῶς στησόμεθα ἡμεῖς 5 καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιοὺ λέγοντες παῖδές σου καὶ ἡμεῖς καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν οὐ βασλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν 6 καὶ ἔγραψε πρὸς αὐτοὺς Ιοὺ βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν Ιεζράελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς 7 καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζράελ 8 καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε λέγων ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως καὶ εἶπε θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ 9 καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμεῖς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξε πάντας τούτους 10 ἴδετε ἀφφώ ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ρήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Αχαάβ καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιού 11 καὶ ἐπάταξεν Ιοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Αχαὰβ ἐν Ιεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα 12 Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ 13 καὶ Ιοὺ εὗρε τοὺς ἀδελφοὺς Οχοζίου βασιλέως Ιούδα καὶ εἶπε τίνες ὑμεῖς καὶ εἶπον ἀδελφοὶ Οχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης 14 καὶ εἶπε συλλάβετε αὐτοὺς ζῶντας καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν 15 καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ιωναδὰβ υἱὸν Ρηχὰβ εἰς ἀπαντὴν αὐτοῦ καὶ ηὐλόγησεν αὐτόν καὶ εἶπε πρὸς αὐτὸν Ιού εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν Ιωναδάβ ἔστι καὶ εἶπεν Ιού καὶ εἰ ἔστι δὸς τὴν χεῖρά σου καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα 16 καὶ εἶπε πρὸς αὐτόν δεῦρο μετ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ Σαββαὼθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ 17 καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Αχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου ὃ ἐλάλησε πρὸς Ηλιού 18 Καὶ συνήθροισεν Ιοὺ πάντα τὸν λαὸν καὶ εἶπε πρὸς αὐτούς Αχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα Ιοὺ δουλεύσει αὐτῷ πολλά 19 καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βάαλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται καὶ Ιοὺ ἐποίησεν ἐν πτερνισμῷ ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ 20 καὶ εἶπεν Ιού ἁγιάσατε ἱερείαν τῷ Βάαλ καὶ ἐκήρυξαν 21 καὶ ἀπέστειλεν Ιοὺ ἐν παντὶ Ισραὴλ λέγων καὶ νῦν πάντες οἱ δοῦλοι καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιῶ ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ οὐ κατελείφθη ἀνήρ ὅς οὐ παρεγένετο καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα 22 καὶ εἶπεν Ιοὺ τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής 23 καὶ εἰσῆλθεν Ιοὺ καὶ Ιωναδὰβ υἱὸς Ρηχὰβ εἰς οἶκον τοῦ Βάαλ καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστι μεθ ὑμῶν τῶν δούλων Κυρίου ὅτι ἀλλ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι 24 καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ Ιοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν ἀνήρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ 25 καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν Ιοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ 26 καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν 27 καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνα ἕως τῆς ἡμέρας ταύτης 28 Καὶ ἠφάνισεν Ιοὺ τὸν Βάαλ ἐξ Ισραήλ 29 πλὴν ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ οὐκ ἀπέστη Ιοὺ ἀπὸ ὄπισθεν αὐτῶν αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν 30 καὶ εἶπε Κύριος πρὸς Ιού ἀνθ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Αχαάβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραήλ 31 καὶ Ιοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου Θεοῦ Ισραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ οὐκ ἀπέστη ἀπάνωθεν ἁμαρτιῶν Ιεροβοάμ ὃς ἐξήμαρτε τὸν Ισραήλ 32 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ισραήλ καὶ ἐπάταξεν αὐτοὺς Αζαὴλ ἐν παντὶ ὁρίῳ Ισραήλ 33 ἀπὸ τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ καὶ τοῦ Ρουβὴν καὶ τοῦ Μανασσῆ ἀπὸ Αροήρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνών καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν 34 καὶ τὰ λοιπὰ τῶν λόγων Ιοὺ καὶ πάντα ὅσα ἐποίησε καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 35 καὶ ἐκοιμήθη Ιοὺ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωάχαζ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ 36 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ιοὺ ἐπὶ Ισραήλ εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ Κεφάλαιο 11 ΚΑΙ Γοθολία ἡ μήτηρ Οχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας 2 καὶ ἔλαβεν Ιωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ιωρὰμ ἀδελφὴ Οχοζίου τὸν Ιωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη 3 καὶ ἦν μετ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς 4 καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ιωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χορρὶ καὶ τῶν Ρασίμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς Ιωδαὲ τὸν υἱὸν τοῦ βασιλέως 5 καὶ ἐνετείλατο αὐτοῖς λέγων οὗτος ὁ λόγος ὃν ποιήσετε 6 τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου 7 καὶ δύο χεῖρες ἐν ὑμῖν πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα 8 καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν 9 καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαὲ ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς Ιωδαὲ τὸν ἱερέα 10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου 11 καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ 12 καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν ζήτω ὁ βασιλεύς 13 καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου 14 καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι καὶ διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε σύνδεσμος σύνδεσμος 15 καὶ ἐνετείλατο Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ρομφαίᾳ ὅτι εἶπεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου 16 καὶ ἐπέθηκαν αὐτῇ χεῖρας καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ 17 καὶ διέθετο Ιωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ 18 καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου 19 καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ρασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων 20 καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασε καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως Κεφάλαιο 12 ΥΙΟΣ ἑπτὰ ἐτῶν Ιωὰς ἐν τῷ βασιλεύειν αὐτόν 2 ἐν ἔτει ἑβδόμῳ τῷ Ιοὺ ἐβασίλευσεν Ιωὰς καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλήμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβιὰ ἐκ τῆς Βηρσαβεέ 3 καὶ ἐποίησεν Ιωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ιωδαὲ ὁ ἱερεύς 4 πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς 5 καὶ εἶπεν Ιωὰς πρὸς τοὺς ἱερεῖς πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου 6 λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ 7 καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ιωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδὲκ τοῦ οἴκου 8 καὶ ἐκάλεσεν Ιωὰς ὁ βασιλεὺς Ιωδαὲ τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπε πρὸς αὐτούς τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδὲκ τοῦ οἴκου καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν ὅτι εἰς τὸ βεδὲκ τοῦ οἴκου δώσετε αὐτό 9 καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου 10 καὶ ἔλαβεν Ιωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησε τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ἀμμαζειβὶ ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου Κυρίου καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου 11 καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου 12 καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου Κυρίου καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου 13 καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι 14 πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ ἧλοι φιάλαι καὶ σάλπιγγες πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου 15 ὅτι τοῖς ποιοῦσι τὰ ἔργα δώσουσιν αὐτό καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου 16 καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν 17 ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου τοῖς ἱερεῦσιν ἐγένετο 18 Τότε ἀνέβη Αζαὴλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ καὶ προκατελάβετο αὐτήν καὶ ἔταξεν Αζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ιερουσαλήμ 19 καὶ ἔλαβεν Ιωὰς βασιλεὺς Ιούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ιωσαφὰτ καὶ Ιωρὰμ καὶ Οχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ιούδα καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ Αζαὴλ βασιλεῖ Συρίας καὶ ἀνέβη ἀπὸ Ιερουσαλήμ 20 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωὰς καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα πάντα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιούδα 21 καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν Ιωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Γααλὰ 22 καὶ Ιεζιχὰρ υἱὸς Ιεμουὰθ καὶ Ιεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν καὶ ἀπέθανε καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ καὶ ἐβασίλευσεν Αμεσσίας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ Κεφάλαιο 13 ΕΝ ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωὰς υἱῷ Οχοζίου βασιλεῖ Ιούδα ἐβασίλευσεν Ιωάχαζ υἱὸς Ιοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη 2 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ οὐκ ἀπέστη ἀπ αὐτῶν 3 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ισραὴλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαὴλ πάσας τὰς ἡμέρας 4 καὶ ἐδεήθη Ιωάχαζ τοῦ προσώπου Κυρίου καὶ ἐπήκουσεν αὐτοῦ Κύριος ὅτι εἶδε τὴν θλῖψιν Ισραήλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας 5 καὶ ἔδωκεν Κύριος σωτηρίαν τῷ Ισραήλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης 6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοάμ ὃς ἐξήμαρτε τὸν Ισραήλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ 7 ὅτι οὐχ ὑπελείφθη τῷ Ιωάχαζ λαός ἀλλ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν 8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 9 καὶ ἐκοιμήθη Ιωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωὰς υἱὸς αὐτοῦ ἀντ αὐτοῦ 10 Εν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωὰς βασιλεῖ Ιούδα ἐβασίλευσεν Ιωὰς υἱὸς Ιωάχαζ ἐπὶ Ισραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη 11 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ ἐν αὐταῖς ἐπορεύθη 12 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωὰς καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησε μετὰ Αμεσσίου βασιλέως Ιούδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 13 καὶ ἐκοιμήθη Ιωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ Ιεροβοὰμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραήλ 14 Καὶ Ελισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ δι ἣν ἀπέθανε καὶ κατέβη πρὸς αὐτὸν Ιωὰς βασιλεὺς Ισραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε πάτερ πάτερ ἅρμα Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ 15 καὶ εἶπεν αὐτῷ Ελισαιέ λάβε τόξον καὶ βέλη καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη 16 καὶ εἶπε τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ιωὰς τὴν χεῖρα αὐτοῦ καὶ ἐπέθηκεν Ελισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως 17 καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ ἀνατολάς καὶ ἤνοιξε καὶ εἶπεν Ελισαιέ τόξευσον καὶ ἐτόξευσε καὶ εἶπε βέλος σωτηρίας τῷ Κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ καὶ πατάξεις τὴν Συρίαν ἐν Αφὲκ ἕως συντελείας 18 καὶ εἶπεν αὐτῷ Ελισαιέ λάβε τόξα καὶ ἔλαβε καὶ εἶπε τῷ βασιλεῖ Ισραήλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη 19 καὶ ἐλυπήθη ἐπ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν 20 καὶ ἀπέθανεν Ελισαιέ καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ 21 καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ελισαιέ καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ελισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ 22 καὶ Αζαὴλ ἐξέθλιψε τὸν Ισραὴλ πάσας τὰς ἡμέρας Ιωάχαζ 23 καὶ ἠλέησε Κύριος αὐτούς καὶ ᾠκτείρησεν αὐτοὺς καὶ ἐπέβλεψεν ἐπ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Αβραὰμ καὶ Ισαὰκ καὶ Ιακώβ καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ 24 καὶ ἀπέθανεν Αζαὴλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν Ιωὰς υἱὸς Ιωάχαζ καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαήλ ἃς ἔλαβεν ἐκ χειρὸς Ιωάχαζ τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν Ιωὰς καὶ ἐπέστρεψε τὰς πόλεις Ισραήλ Κεφάλαιο 14 ΕΝ ἔτει δευτέρῳ τῶ Ιωὰς υἱῷ Ιωάχαζ βασιλεῖ Ισραὴλ καὶ ἐβασίλευσεν Αμεσσίας υἱὸς Ιωὰς βασιλεὺς Ιούδα 2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλήμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιωαδὶμ ἐξ Ιερουσαλήμ 3 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν Ιωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησε 4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς 5 καὶ ἐγένετο ὅτε κατίσχυεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ 6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ ὡς ἐνετείλατο Κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται 7 αὐτὸς ἐπάταξε τὴν Εδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης 8 τότε ἀπέστειλεν Αμεσσίας ἀγγέλους πρὸς Ιωὰς υἱὸν Ιωάχαζ υἱοῦ Ιοὺ βασιλέως Ισραὴλ λέγων δεῦρο ὀφθῶμεν προσώποις 9 καὶ ἀπέστειλεν Ιωὰς βασιλεὺς Ισραὴλ πρὸς Αμεσσίαν βασιλέα Ιούδα λέγων ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὴν ἄκανα 10 τύπτων ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπῇρέ σε καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ Ιούδας μετὰ σοῦ 11 καὶ οὐκ ἤκουσεν Αμεσσίας καὶ ἀνέβη Ιωὰς βασιλεὺς Ισραήλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσίας βασιλεὺς Ιούδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ιούδα 12 καὶ ἔπταισεν Ιούδας ἀπὸ προσώπου Ισραήλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ 13 καὶ τὸν Αμεσσίαν υἱὸν Ιωὰς υἱοῦ Οχοζίου συνέλαβεν Ιωὰς βασιλεὺς Ισραὴλ ἐν Βαιθσαμύς καὶ ἦλθεν εἰς Ιερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει Ιερουσαλὴμ ἐν τῇ πύλῃ Εφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις 14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν 15 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωάς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησε μετὰ Αμεσσίου βασιλέως Ιούδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 16 καὶ ἐκοιμήθη Ιωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραήλ καὶ ἐβασίλευσεν Ιεροβοὰμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ 17 καὶ ἔζησεν Αμεσσίας υἱὸς Ιωὰς βασιλεὺς Ιούδα μετὰ τὸ ἀποθανεῖν Ιωὰς υἱὸν Ιωάχαζ βασιλέα Ισραὴλ πεντεκαίδεκα ἔτη 18 καὶ τὰ λοιπὰ τῶν λόγων Αμεσσίου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιούδα 19 καὶ συνεστράφησαν ἐπ αὐτὸν σύστρεμμα ἐν Ιερουσαλήμ καὶ ἔφυγεν εἰς Λαχίς καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ 20 καὶ ᾖραν αὐτὸν ἐφ ἵππων καὶ ἐτάφη ἐν Ιερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ 21 καὶ ἔλαβε πᾶς ὁ λαὸς Ιούδα τὸν Αζαρίαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσίου 22 αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ 23 Εν ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσίου υἱῷ Ιωὰς βασιλεῖ Ιούδα ἐβασίλευσεν Ιεροβοὰμ υἱὸς Ιωὰς ἐπὶ Ισραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος 24 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ 25 αὐτὸς ἀπέστησε τὸ ὅριον Ισραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Αραβα κατὰ τὸ ρῆμα Κυρίου Θεοῦ Ισραήλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνᾶ υἱοῦ Αμαθὶ τοῦ προφήτου τοῦ ἐν Γεθχοφέρ 26 ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ισραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ισραήλ 27 καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοὰμ υἱοῦ Ιωάς 28 καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοὰμ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν Αἰμὰθ τῷ Ιούδᾳ ἐν Ισραήλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 29 καὶ ἐκοιμήθη Ιεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ισραήλ καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ Κεφάλαιο 15 ΕΝ ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ιεροβοὰμ βασιλεῖ Ισραὴλ ἐβασίλευσεν Αζαρίας υἱὸς Αμεσσίου βασιλέως Ιούδα 2 υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλήμ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεχελία ἐξ Ιερουσαλήμ 3 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμεσσίας ὁ πατὴρ αὐτοῦ 4 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς 5 καὶ ἥψατο Κύριος τὸν βασιλέα καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ καὶ Ιωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς 6 καὶ τὰ λοιπὰ τῶν λόγων Αζαρίου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιούδα 7 καὶ ἐκοιμήθη Αζαρίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ καὶ ἐβασίλευσεν Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ 8 Εν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Αζαρίου βασιλεῖ Ιούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς Ιεροβοὰμ ἐπὶ Ισραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον 9 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ 10 καὶ συνεστράφησαν ἐπ αὐτὸν Σελλοὺμ υἱὸς Ιαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ αὐτοῦ 11 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 12 ὁ λόγος Κυρίου ὃν ἐλάλησε πρὸς Ιοὺ λέγων υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραήλ καὶ ἐγένετο οὕτως 13 Καὶ Σελλοὺμ υἱὸς Ιαβὶς ἐβασίλευσε καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Αζαρίᾳ βασιλεῖ Ιούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ 14 καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν Ιαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν 15 καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ ἣν συνεστράφη ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 16 τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά ὅτι οὐκ ἤνοιξαν αὐτῷ καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν 17 Εν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ Αζαρίᾳ βασιλεῖ Ιούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ Ισραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη 18 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ 19 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς Ασσυρίων ἐπὶ τὴν γῆν καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ αὐτοῦ 20 καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ισραήλ ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ δοῦναι τῷ βασιλεῖ τῶν Ασσυρίων πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί καὶ ἀπέστρεψε βασιλεὺς Ασσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ 21 καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 22 καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ 23 Εν ἔτει πεντηκοστῷ τοῦ Αζαρίου βασιλεῖ Ιούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη 24 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ 25 καὶ συνεστράφη ἐπ αὐτὸν Φακεὲ υἱὸς Ρομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοͺ Αργόβ καὶ μετὰ τοῦ Αρία καὶ μετ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ 26 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 27 Εν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Αζαρίου βασιλεῖ Ιούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ρομελίου ἐπὶ Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη 28 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοὰμ υἱοῦ Ναβάτ ὃς ἐξήμαρτε τὸν Ισραήλ 29 ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ισραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς Ασσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Αβελβαιθαμααχὰ καὶ τὴν Ανιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ασὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν πᾶσαν γῆν Νεφθαλί καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ασσυρίους 30 καὶ συνέστρεψε σύστρεμμα Ωσηὲ υἱὸς Ηλὰ ἐπὶ Φακεὲ υἱὸν Ρομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ιωάθαμ υἱοῦ Αζαρίου 31 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα ὅσα ἐποίησεν ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραήλ 32 Εν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ρομελίου βασιλεῖ Ισραὴλ ἐβασίλευσεν Ιωάθαμ υἱὸς Αζαρίου βασιλέως Ιούδα 33 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλήμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιερουσὰ θυγάτηρ Σαδώκ 34 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αζαρίας ὁ πατὴρ αὐτοῦ 35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς αὐτὸ ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω 36 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωάθαμ καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιούδα 37 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ιούδᾳ τὸν Ραασσὼν βασιλέα Συρίας καὶ τὸν Φακεὲ υἱὸν Ρομελίου 38 καὶ ἐκοιμήθη Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ Κεφάλαιο 16 ΕΝ ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ρομελίου ἐβασίλευσεν Αχαζ υἱὸς Ιωάθαμ βασιλέως Ιούδα 2 υἱὸς εἴκοσιν ἐτῶν ἦν Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλήμ καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ 3 καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ισραήλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραήλ 4 καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους 5 τότε ἀνέβη Ραασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς Ισραὴλ εἰς Ιερουσαλὴμ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Αχαζ καὶ οὐκ ἠδύναντο πολεμεῖν 6 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ραασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ καὶ ἐξέβαλε τοὺς Ιουδαίους ἐξ Αἰλὰθ καὶ Ιδουμαῖοι ἦλθον εἰς Αἰλὰθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης 7 καὶ ἀπέστειλεν Αχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασὰρ βασιλέα Ασσυρίων λέγων δοῦλός σου καὶ υἱός σου ἐγώ ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ισραὴλ τῶν ἐπανισταμένων ἐπ ἐμέ 8 καὶ ἔλαβεν Αχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα 9 καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ασσυρίων καὶ ἀνέβη βασιλεὺς Ασσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσὼν βασιλέα ἐθανάτωσε 10 καὶ ἐπορεύθη βασιλεὺς Αχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ Ασσυρίων εἰς Δαμασκόν καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ρυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ 11 καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ ἐκ Δαμασκοῦ 12 καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ αὐτὸ 13 καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον 14 τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου καὶ προσήγαγε ἀπὸ προσώπου τοῦ οἴκου Κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν 15 καὶ ἐνετείλατο ὁ βασιλεὺς Αχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ λέγων ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ αὐτῷ ἐκχεεῖς καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωΐ 16 καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Αχαζ 17 καὶ συνέκοψεν ὁ βασιλεὺς Αχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ καὶ μετῇρεν ἀπ αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην 18 καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ασσυρίων 19 καὶ τὰ λοιπὰ τῶν λόγων Αχαζ ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιούδα 20 καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ καὶ ἐβασίλευσεν Εζεκίας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ Κεφάλαιο 17 ΕΝ ἔτει δωδεκάτῳ τοῦ Αχαζ βασιλέως Ιούδα ἐβασίλευσεν Ωσηὲ υἱὸς Ηλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ισραὴλ ἐννέα ἔτη 2 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ισραήλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ 3 ἐπ αὐτὸν ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ασσυρίων καὶ ἐγενήθη αὐτῷ Ωσηὲ δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναά 4 καὶ εὗρε βασιλεὺς Ασσυρίων ἐν τῷ Ωσηὲ ἀδικίαν ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ Ασσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ασσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς 5 καὶ ἀνέβη ὁ βασιλεὺς Ασσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ αὐτὴν τρία ἔτη 6 ἐν ἔτει ἐνάτῳ Ωσηὲ συνέλαβε βασιλεὺς Ασσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν Ισραὴλ εἰς Ασσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Αλαὲ καὶ ἐν Αβὼρ ποταμοῖς Γωζάν καὶ ὄρη Μήδων 7 καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ισραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους 8 καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν Ισραήλ καὶ οἱ βασιλεῖς Ισραήλ ὅσοι ἐποίησαν 9 καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ισραὴλ λόγους οὐχ οὕτως κατὰ Κυρίου Θεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς 10 καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους 11 καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον 12 καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπε Κύριος αὐτοῖς οὐ ποιήσετε τὸ ρῆμα τοῦτο τῷ Κυρίῳ 13 καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ισραὴλ καὶ ἐν τῷ Ιούδᾳ καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος λέγων ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν 14 καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν 15 καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα 16 ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βάαλ 17 καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν 18 καὶ ἐθυμώθη Κύριος

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/685-vasileion-d (2016-02-13)
    Open archived version from archive

  • ΓΕΝΕΣΙΣ 1 - 25
    καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς οὐ προσθήτω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα 22 πάσας τὰς ἡμέρας τῆς γῆς σπέρμα καὶ θερισμός ψῦχος καὶ καῦμα θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι Κεφάλαιο 9 ΚΑΙ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς 2 καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν δέδωκα 3 καὶ πᾶν ἑρπετόν ὅ ἐστι ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα 4 πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε 5 καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου 6 ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον 7 ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς 8 Καὶ εἶπεν ὁ Θεός τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ αὐτοῦ λέγων 9 καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ ὑμᾶς 10 καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ ὑμῶν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα ἐστὶ μεθ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ 11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν 12 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστι μεθ ὑμῶν εἰς γενεὰς αἰωνίους 13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς 14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ 15 καὶ μνησθήσομαι τῆς διαθήκης μου ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα 16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί ἥ ἐστιν ἐπὶ τῆς γῆς 17 καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός ἥ ἐστιν ἐπὶ τῆς γῆς 18 Ησαν δὲ οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σήμ Χάμ Ιάφεθ Χάμ δὲ ἦν πατὴρ Χαναάν 19 τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε ἀπὸ τούτων διεσπάρησαν ἐπί πᾶσαν τὴν γῆν 20 Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα 21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ 22 καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω 23 καὶ λαβόντες Σὴμ καὶ Ιάφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον 24 ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος 25 καὶ εἶπεν ἐπικατάρατος Χαναάν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ 26 καὶ εἶπεν εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ 27 πλατύναι ὁ Θεὸς τῷ Ιάφεθ καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σὴμ καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ 28 Εζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα 29 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν Κεφάλαιο 10 ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε Σήμ Χάμ Ιάφεθ καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν 2 Υἱοὶ Ιάφεθ Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ Ιωύαν καὶ Ελισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας 3 καὶ υἱοὶ Γαμέρ Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά 4 καὶ υἱοὶ Ιωύαν Ελισὰ καὶ Θάρσεις Κίτιοι Ρόδιοι 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν 6 Υἱοὶ δὲ Χάμ Χοὺς καὶ Μερσαΐν Φοὺδ καὶ Χαναάν 7 υἱοὶ δὲ Χούς Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά υἱοὶ δὲ Ρεγμά Σαβὰ καὶ Δαδάν 8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορὲχ καὶ Αρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ 11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ 12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ αὕτη ἡ πόλις μεγάλη 13 καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς Ενεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ 14 καὶ τοὺς Χασλωνιείμ ὅθεν ἐξῆλθε Φυλιστιείμ καὶ τοὺς Καφθοριείμ 15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ 16 καὶ τὸν Χετταῖον καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Αρουκαῖον 17 καὶ τὸν Ασενναῖον καὶ τὸν Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθί 18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων 19 καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας Αδαμὰ καὶ Σεβωΐμ ἕως Δασά 20 οὗτοι υἱοὶ Χάμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν 21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Εβερ ἀδελφῷ Ιάφεθ τοῦ μείζονος 22 υἱοὶ Σήμ Ελὰμ καὶ Ασσοὺρ καὶ Αρφαξὰδ καὶ Λοὺδ καὶ Αρὰμ καὶ Καϊνᾶν 23 καὶ υἱοὶ Αράμ Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ 24 καὶ Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά Σαλὰ δὲ ἐγέννησε τὸν Εβερ 25 καὶ τῷ Εβερ ἐγεννήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ Φαλέγ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιεκτάν 26 Ιεκτὰν δὲ ἐγέννησε τὸν Ελμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ Ιαρὰχ καὶ Οδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ 27 καὶ Εὐὰλ καὶ Αβιμαὲλ καὶ Σαβὰ 28 καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ Ιωβάβ 29 πάντες οὗτοι υἱοὶ Ιεκτάν 30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά ὄρος ἀνατολῶν 31 οὗτοι υἱοὶ Σήμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν 32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν κατὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν Κεφάλαιο 11 ΚΑΙ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν καὶ φωνὴ μία πᾶσι 2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ 3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός 4 καὶ εἶπαν δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς 5 καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων 6 καὶ εἶπε Κύριος ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἀπ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν 7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον 8 καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον 9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς 10 Καὶ αὗται αἱ γενέσεις Σήμ καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν ὅτε ἐγέννησε τὸν Αρφαξάδ δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν 11 καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Αρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 12 Καὶ ἔζησεν Αρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν 13 καὶ ἔζησεν Αρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 14 Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Εβερ 15 καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 16 Καὶ ἔζησεν Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ετη καὶ ἐγέννησε τὸν Φαλέγ 17 καί ἔζησεν Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 18 Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ραγαῦ 19 καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε 20 Καὶ ἔζησε Ραγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ 21 καὶ ἔζησε Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 22 καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ 23 Καὶ ἔζησε Σερούχ μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 24 Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα 25 καὶ ἔζησε Ναχώρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε 26 Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Αρράν 27 Αὗται αἱ γενέσεις Θάρα Θάρα ἐγέννησε τὸν Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Αρράν καὶ Αρρὰν ἐγέννησε τὸν Λώτ 28 καὶ ἀπέθανεν Αρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγεννήθη ἐν τῇ χώρᾳ τῶν Χαλδαίων 29 καὶ ἔλαβον Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας ὄνομα τῇ γυναικὶ Αβραμ Σάρα καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά θυγάτηρ Αρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ιεσχά 30 καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει 31 καὶ ἔλαβε Θάρα τὸν Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Αρράν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ γυναῖκα Αβραμ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ 32 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν διακόσια πέντε ἔτη καὶ ἀπέθανε Θάρα ἐν Χαρράν Κεφάλαιο 12 ΚΑΙ εἶπε Κύριος τῷ Αβραμ ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω 2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου καὶ ἔσῃ εὐλογημένος 3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς 4 καὶ ἐπορεύθη Αβραμ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος καὶ ᾤχετο μετ αὐτοῦ Λώτ Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε ὅτε ἐξῆλθε ἐκ Χαρράν 5 καὶ ἔλαβεν Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχήν ἣν ἐκτήσαντο ἐκ Χαρράν καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν 6 καὶ διώδευσεν Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν 7 καὶ ὤφθη Κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην καὶ ᾠκοδόμησεν ἐκεῖ Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ 8 καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ Βαιθὴλ κατὰ θάλασσαν καὶ Αγγαὶ κατὰ ἀνατολάς καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου 9 καὶ ἀπῇρεν Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ 10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς καὶ κατέβη Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς 11 ἐγένετο δέ ἡνίκα ἤγγισεν Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον εἶπεν Αβραμ Σάρᾳ τῇ γυναικί γινώσκω ἐγώ ὅτι γυνὴ εὐπρόσωπος εἶ 12 ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή καὶ ἀποκτενοῦσί με σὲ δὲ περιποιήσονται 13 εἰπὸν οὖν ὅτι ἀδελφὴ αὐτοῦ εἰμι ὅπως ἂν εὖ μοι γένηται διὰ σέ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου 14 ἐγένετο δέ ἡνίκα εἰσῆλθεν Αβραμ εἰς Αἴγυπτον ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ ὅτι καλὴ ἦν σφόδρα 15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ 16 καὶ τῷ Αβραμ εὖ ἐχρήσαντο δι αὐτήν καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι 17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Αβραμ 18 καλέσας δὲ Φαραὼ τὸν Αβραμ εἶπε τί τοῦτο ἐποίησάς μοι ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σου ἐστίν 19 ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου λαβὼν ἀπότρεχε 20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ Κεφάλαιο 13 ΑΝΕΒΗ δὲ Αβραμ ἐξ Αἰγύπτου αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ αὐτοῦ εἰς τὴν ἔρημον 2 Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ 3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Αγγαί 4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν καὶ ἐπεκαλέσατο ἐκεῖ Αβραμ τὸ ὄνομα τοῦ Κυρίου 5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί 6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα 7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν 8 εἶπε δὲ Αβραμ τῷ Λώτ μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς 9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί διαχωρίσθητι ἀπ ἐμοῦ εἰ σὺ εἰς ἀριστερά ἐγὼ εἰς δεξιά εἰ δὲ σὺ εἰς δεξιά ἐγὼ εἰς ἀριστερά 10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμορρα ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου ἕως ἐλθεῖν εἰς Ζόγορα 11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ 12 Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις 13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα 14 Ο δὲ Θεὸς εἶπε τῷ Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ αὐτοῦ ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σύ εἶ πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν 15 ὅτι πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος 16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται 17 ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα 18 καὶ ἀποσκηνώσας Αβραμ ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ ἣ ἦν ἐν Χεβρώμ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ Κεφάλαιο 14 ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ Αμαρφὰλ βασιλέως Σενναάρ καὶ Αριὼχ βασιλέως Ελλασάρ Χοδολλογομὸρ βασιλεὺς Ελὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν 2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως Αδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ καὶ βασιλέως Βαλάκ αὕτη ἐστὶ Σηγώρ 3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν αὕτη ἡ θάλασσα τῶν ἁλῶν 4 δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν 5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ασταρὼθ καὶ Καρναΐν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ομμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει 6 καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ ἕως τῆς τερεβίνθου τῆς Φαράν ἥ ἐστιν ἐν τῇ ἐρήμῳ 7 καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ Κάδης καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Αμαλὴκ καὶ τοὺς Αμορραίους τοὺς κατοικοῦντας ἐν Ασασονθαμάρ 8 ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς Αδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ αὕτη ἐστὶ Σηγώρ καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ 9 πρὸς Χοδολλογομὸρ βασιλέα Ελὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ Αμαρφὰλ βασιλέα Σενναὰρ καὶ Αριὼχ βασιλέα Ελλασάρ οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε 10 ἡ δὲ κοιλὰς ἡ ἁλυκή φρέατα ἀσφάλτου ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον 11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον 12 ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις 13 Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Αβραμ τῷ περάτῃ αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ Αμορραίου τοῦ ἀδελφοῦ Εσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν οἳ ἦσαν συνωμόται τοῦ Αβραμ 14 ἀκούσας δὲ Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτώ καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν 15 καὶ ἐπέπεσεν ἐπ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ 16 καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν 17 Εξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβύ τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων 18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου 19 καὶ εὐλόγησε τὸν Αβραμ καὶ εἶπεν εὐλογημένος Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν 20 καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτῷ Αβραμ δεκάτην ἀπὸ πάντων 21 εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Αβραμ δός μοι τοὺς ἄνδρας τὴν δὲ ἵππον λάβε σεαυτῷ 22 εἶπε δὲ Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν 23 εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν ἵνα μὴ εἴπῃς ὅτι ἐγὼ ἐπλούτισα τὸν Αβραμ 24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ ἐμοῦ Εσχώλ Αὐνάν Μαμβρῆ οὗτοι λήψονται μερίδα Κεφάλαιο 15 ΜΕΤΑ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ Αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα 2 λέγει δὲ Αβραμ δέσποτα Κύριε τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ελιέζερ 3 καὶ εἶπεν Αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι 4 καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα οὐ κληρονομήσει σε οὗτος ἀλλ ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε 5 ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς καὶ εἶπεν οὕτως ἔσται τὸ σπέρμα σου 6 καὶ ἐπίστευσεν Αβραμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην 7 εἶπε δὲ πρὸς αὐτόν ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι 8 εἶπε δέ Δέσποτα Κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν 9 εἶπε δὲ αὐτῷ λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν 10 ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διεῖλε 11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα ἐπὶ τὰ διχοτομήματα αὐτῶν καὶ συνεκάθησεν αὐτοῖς Αβραμ 12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ 13 καὶ ἐρρέθη πρὸς Αβραμ γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη 14 τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς 15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ τραφεὶς ἐν γήρᾳ καλῷ 16 τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν 17 ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Αβραμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου 19 τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τούς Κεδμωναίους 20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ραφαεὶν καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους Κεφάλαιο 16 ΣΑΡΑ δὲ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ᾗ ὄνομα Αγαρ 2 εἶπε δὲ Σάρα πρὸς Αβραμ ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς ὑπήκουσε δὲ Αβραμ τῆς φωνῆς Σάρας 3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Αβραμ ἐν γῇ Χαναάν ἔδωκεν αὐτὴν τῷ Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα 4 καὶ εἰσῆλθε πρὸς Αγαρ καὶ συνέλαβε καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς 5 εἶπε δὲ Σάρα πρὸς Αβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ 6 εἶπε δὲ Αβραμ πρὸς Σάραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ καὶ ἐκάκωσεν αὐτὴν Σάρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς 7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ 8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου Αγαρ παιδίσκη Σάρας πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω 9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς 10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους 11 καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου ἰδού σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισμαήλ ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου 12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ αὐτόν καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει 13 καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν σὺ ὁ Θεὸς ὁ ἐπιδών με ὅτι εἶπε καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι 14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ 15 Καὶ ἔτεκεν Αγαρ τῷ Αβραμ υἱόν καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ ὃν ἔτεκεν αὐτῷ Αγαρ Ισμαήλ 16 Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ ἡνίκα ἔτεκεν Αγαρ τῷ Αβραμ τὸν Ισμαήλ Κεφάλαιο 17 ΕΓΕΝΕΤΟ δὲ Αβραμ ἐτῶν ἐνενηκονταεννέα καὶ ὤφθη Κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ Θεός σου εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος 2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα 3 καὶ ἔπεσεν Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων 4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν 5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Αβραμ ἀλλ ἔσται τὸ ὄνομά σου Αβραάμ ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε 6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται 7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ εἰς τὰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ 8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν ἣν παροικεῖς πᾶσαν τὴν γῆν Χαναάν εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Αβραάμ σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν 10 καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν 11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν 12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου 13 περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον 14 καὶ ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς ὅτι τὴν διαθήκην μου διεσκέδασε 15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Αβραάμ Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς 16 εὐλογήσω δὲ αὐτήν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον καὶ εὐλογήσω αὐτό καὶ ἔσται εἰς ἔθνη καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται 17 καὶ ἔπεσεν Αβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται 18 εἶπε δὲ Αβραὰμ πρὸς τὸν Θεόν Ισμαὴλ οὗτος ζήτω ἐναντίον σου 19 εἶπε δὲ ὁ Θεὸς πρὸς Αβραὰμ ναί ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισαάκ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ αὐτόν 20 περὶ δὲ Ισμαὴλ ἰδοὺ ἐπήκουσά σου καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα 21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ισαάκ ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ 22 συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό Αβραάμ 23 Καὶ ἔλαβεν Αβραὰμ Ισμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Αβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός 24 Αβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ 25 Ισμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ 26 ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Αβραὰμ καὶ Ισμαὴλ ὁ υἱὸς αὐτοῦ 27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν περιέτεμεν αὐτούς Κεφάλαιο 18 ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας 2 ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν 3 καὶ εἶπε κύριε εἰ ἄρα εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου 4 ληφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον 5 καὶ λήψομαι ἄρτον καὶ φάγεσθε καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν καὶ εἶπαν οὕτω ποίησον καθὼς εἴρηκας 6 καὶ ἔσπευσεν Αβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας 7 καὶ εἰς τὰς βόας ἔδραμεν Αβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό 8 ἔλαβε δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε καὶ παρέθηκεν αὐτοῖς καὶ ἔφαγον αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον 9 Εἶπε δὲ πρὸς αὐτόν ποῦ Σάρρα ἡ γυνή σου ὁ δὲ ἀποκριθεὶς εἶπεν ἰδοὺ ἐν τῇ σκηνῇ 10 εἶπε δέ ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ 11 Αβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν ἐξέλιπε δὲ τῇ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα 12 ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν ὁ δὲ κύριός μου πρεσβύτερος 13 καὶ εἶπε Κύριος πρὸς Αβραάμ τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα ἆρά γε ἀληθῶς τέξομαι ἐγὼ δὲ γεγήρακα 14 μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ρῆμα εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τῇ Σάρρᾳ υἱός 15 ἠρνήσατο δὲ Σάρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἶπεν αὐτῇ οὐχί ἀλλὰ ἐγέλασας 16 Εξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας Αβραὰμ δὲ συνεπορεύετο μετ αὐτῶν συμπροπέμπων αὐτούς 17 ὁ δὲ Κύριος εἶπεν οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Αβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ 18 Αβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς 19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ αὐτόν καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Αβραὰμ πάντα ὅσα ἐλάλησε πρὸς αὐτόν 20 εἶπε δὲ Κύριος κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα 21 καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται εἰ δὲ μή ἵνα γνῶ 22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου 23 καὶ ἐγγίσας Αβραὰμ εἶπε μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής 24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων ἐὰν ὦσιν ἐν αὐτῇ 25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν 26 εἶπε δὲ Κύριος ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι αὐτούς 27 καὶ ἀποκριθεὶς Αβραὰμ εἶπε νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου ἐγὼ δέ εἰμι γῆ καὶ σποδός 28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε 29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν καὶ εἶπεν ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα 30 καὶ εἶπε μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα 31 καὶ εἶπεν ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ εἴκοσι 32 καὶ εἶπε μήτι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα 33 ἀπῆλθε δὲ ὁ Κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Αβραάμ καὶ Αβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ Κεφάλαιο 19 ΗΛΘΟΝ δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων ἰδὼν δὲ Λώτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν 2 καὶ εἶπεν ἰδοὺ κύριοι ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν καὶ εἶπαν οὐχί ἀλλ ἐν τῇ πλατείᾳ καταλύσομεν 3 καὶ κατεβιάζετο αὐτούς καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐποίησεν αὐτοῖς πότον καὶ ἀζύμους ἔπεψεν αὐτοῖς καὶ ἔφαγον 4 πρὸ τοῦ κοιμηθῆναι δέ οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περικύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου ἅπας ὁ λαὸς ἅμα 5 καὶ ἐξεκαλοῦντο τὸν Λὼτ καὶ ἔλεγον πρὸς αὐτόν ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς ἵνα συγγενώμεθα αὐτοῖς 6 ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ 7 εἶπε δὲ πρὸς αὐτούς μηδαμῶς ἀδελφοί μὴ πονηρεύσησθε 8 εἰσὶ δέ μοι δύο θυγατέρες αἳ οὐκ ἔγνωσαν ἄνδρα ἐξάξω αὐτὰς πρὸς ὑμᾶς καὶ χρᾶσθε αὐταῖς καθὰ ἂν ἀρέσκῃ ὑμῖν μόνον εἰς τοὺς ἀνδρας τούτους μὴ ποιήσητε ἄδικον οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου 9 εἶπαν δὲ αὐτῷ ἀπόστα ἐκεῖ εἰσῆλθες παροικεῖν μὴ καὶ κρίσιν κρίνειν νῦν οὖν σὲ κακώσωμεν μᾶλλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα καὶ ἤγγισαν συντρίψαι τὴν θύραν 10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν 11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἐν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν 12 Εἶπαν δὲ οἱ ἄνδρες ἢ πρὸς Λώτ εἰσί σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες ἢ εἴτις σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει ἐξάγαγε ἐκ τοῦ τόπου τούτου 13 ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἔναντι Κυρίου καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτήν 14 ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ 15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο ἐσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας σου ἃς ἔχεις καὶ ἔξελθε ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως 16 καὶ ἐταράχθησαν καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ 17 καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ εἰς τὸ ὄρος σῴζου μήποτε συμπαραληφθῇς 18 εἶπε δὲ Λὼτ πρὸς αὐτούς δέομαι κύριε 19 ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιεῖς ἐπ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος μήποτε καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω 20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ ἥ ἐστι μικρά καὶ ἐκεῖ διασωθήσομαι οὐ μικρά ἐστι καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου 21 καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ρήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας 22 σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ 23 ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ 24 καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ 25 καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς 26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός 27 Ωρθρισε δὲ Αβραὰμ τῷ πρωΐ εἰς τὸν τόπον οὗ εἱστήκει ἐναντίον Κυρίου 28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου καὶ εἶδε καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου 29 καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι Κύριον πάσας τὰς πόλεις τῆς περιοίκου ἐμνήσθη ὁ Θεὸς τοῦ Αβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ 30 Ανέβη δὲ Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ αὐτοῦ ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ

    Original URL path: http://in-ad.gr/index.php/agiagrafi/palaia-diathiki/696-genesis-1-25 (2016-02-13)
    Open archived version from archive



  •